Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.560
Not analysed yet
ΑΛΛΟ. «Ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον, καὶ πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις, ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἀξιολογωτάτη λίαν ἡ τῶν ἁγίων ἀποστόλων σφραγίς τε καὶ μαρτυρία διατεθεῖσθαι φασκόντων πεπιστευκέναι τε ἤδη καὶ μάλα γοργῶς, ὅτι περ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Τοῦτο γὰρ οἶμαι σημαίνειν, καὶ οὐχ ἕτερόν τι, τὸ ἐξελθεῖν ἐκ Πατρός. Ζητητέον δὲ ὅμως πόθεν αὐτοῖς τὸ πιστεῦσαι συμβέβηκε, καὶ ἐπὶ τίσιν ἢ ποίαις ἀφορμαῖς ἡ τῆς συνέσεως δέδοται ψῆφος. «Νῦν, φασὶν, οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Ἐν τῷ εἰδέναι τὰ πάντα τὸν Υἱὸν, διετέθησαν οἱ μαθηταὶ ὅτιπερ ὄντως εἴη παρὰ Θεοῦ καὶ Πατρὸς ἐκφανείς. Θεότητος γὰρ ὄντως ἴδιον τὸ μηδὲν ἀγνοεῖν, ὅπερ ἦν ἐν Υἱῷ. Διὸ δὴ καὶ Θεὸν εἶναι πιστεύουσιν αὐτὸν, ἀναπεφάνθαι τε γεννητῶς ἐκ Πατρὸς, ἔχοντα τὰ ἐκείνου φυσικῶς ἐν ἑαυτῷ. Εἶτα πῶς ἔσται γενητὸς ὁ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκλάμπων, καὶ οὐ μόνον ἔχων τὸ πάντα εἰδέναι, ἀλλὰ γὰρ καὶ μεγάλῃ λέγων τῇ φωνῇ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» ΑΛΛΟ. «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Εἰ τοῖς ψευδωνύμοις θεοῖς τῶν ἐθνῶν ἀντιδιαστελλόμενος, μόνος ἐστὶν ἀληθινὸς ὁ Πατὴρ, συνημμένος δηλαδὴ κατὰ τὴν ταυτότητα τῆς φύσεως τῷ Υἱῷ, ὁράτωσαν οἱ ποίημα λέγοντες αὐτὸν, εἰ μὴ πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνται, γενητὸν εἶναι φάσκοντες τὸν ᾧ πρόσεστι κατὰ ἀλήθειαν τὸ εἶναι Θεὸν μετὰ τοῦ γεννήσαντος αὐτόν. ΑΛΛΟ. «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Ἄρα ποῖον ὄνομα τοῦ Πατρὸς φησὶν ὁ Σωτὴρ, ὃ δὴ καὶ φανερὸν τοῖς ἀνθρώποις καταστῆσαι διϊσχυρίζεται; Ἀλλ' ἔστιν εἰπεῖν ὅτι, Θεόν σε παρὰ ἀνθρώποις ἐκήρυξα; Τί δὲ ἄρα τῶν προφητῶν οἱ λόγοι; Θεὸν ἢ οὐχ οὕτω καλοῦσι τὸν ἁπάντων Δεσπότην τοσούτοις ἄνωθεν τῆς ἐνανθρωπήσεως χρόνοις; Τί οὖν τὸ πλέον διὰ Χριστοῦ; ἀλλ' ἴσως, Δημιουργὸν, φησὶ, καὶ τοῦ παντὸς κόσμου ποιητήν τε καὶ φιλοτεχνήμονα καταγγέλλων διατετέλεκα. Καίτοι πρῶτος ὁ μακάριος Μωσῆς, τὸ περὶ τῆς κοσμοποιΐας συντιθεὶς βιβλίον, ὁμοῦ καὶ Θεὸν καὶ ποιητὴν αὐτὸν εἰσφέρει, λέγων, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ποῖον οὖν ὄνομα πεφανερῶσθαί φησιν; Ἦ δῆλον ὅτι τοῦ Πατρός; Ἐπειδὴ γὰρ πεπιστεύκασιν ὡς Υἱὸν, συνωμολόγησαν δηλονότι τὸ εἶναι Πατέρα, καὶ ἔγνωσαν τίς ἐστιν καὶ ὁποῖος ὁ Πατὴρ, ἀπὸ τῆς κατὰ φύσιν ὡραιότητος τοῦ Υἱοῦ πρὸς τὸ τοῦ γεννήσαντος