Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.561
Not analysed yet
κάλλος χειραγωγούμενοι, καὶ ἀπὸ τῆς ἀκριβοῦς εἰκόνος τὸ ἀρχέτυπον βλέποντες. Τί οὖν ἄρα ἐστὶν τὸ διὰ τούτων κατασκευαζόμενον; Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, οὐκ ἂν ἐξ αὐτοῦ νοοῖτο Πατὴρ ὢν ὁ Θεός· ποίημα γὰρ ὡς πρὸς ποιητὴν, υἱὸς δὲ πρὸς πατέρα νοεῖται· τοιαύτη γὰρ ἡ θέσις ἀεὶ τῶν πρός τί πως ἐχόντων ἐστίν. Εἰ δὲ χρὴ κατὰ ἀλήθειαν ἐνεργείᾳ καὶ πράγματι Πατέρα νοεῖσθαι Θεὸν, Υἱὸν ὁμολογητέον τὸν ἐξ αὐτοῦ· ὁ δὲ αὐτὸς καὶ ἐφ' Υἱοῦ κρατήσει λόγος. Γέννημα γὰρ εἶναι καὶ οὐ ποίημα πιστευόμενος, συνεισοίσει πάντως ἑαυτῷ τὴν τοῦ γεννήσαντος γνῶσιν· καὶ οὕτως ἀληθεύει λέγων, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» ΑΛΛΟ. Ὁ Σωτήρ που φησὶ πρὸς τὴν Μαριὰμ, μετὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι· «Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Θέα δὴ πάλιν μικρὸν ἐπιστήσας τοῖς λεγομένοις τὸν νοῦν, ὅτι πάρεστι κατὰ ἀλήθειαν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος, καὶ οὐχὶ κτίσμα, κατὰ τὴν τῶν αἱρετικῶν ἀπόνοιάν τε ὁμοῦ καὶ ἀπαιδευσίαν. Διασκευάσθω δὴ πάλιν ὁμοῦ κατὰ τόνδε τὸν τρόπον ἡ τοῦ θεωρήματος δύναμις· Εἰς τὸ τῆς ἀνθρωπότητος σχῆμά τε καὶ πρᾶγμα καταβεβηκὼς ὁ Θεὸς Λόγος, ἵνα διασώσῃ τὸν ἄνθρωπον, ἅτε δὴ λοιπὸν τοῦτο γεγονὼς ὅπερ ἡμεῖς κατὰ φύσιν ἐσμὲν, λαμβάνει μὲν εἰς ἑαυτὸν τὰ τῆς ἀνθρωπότητος ἴδια· τὰ δὲ οἰκεῖα πάλιν αὐτὸς ἀντιδίδωσιν ἡμῖν, καὶ οὕτως εἰς τὴν αὐτῷ φύσει πρέπουσαν τιμὴν ἀναφέρει τὸν ἄνθρωπον, αὐτῆς ἀρχαίας κατολισθήσαντα δόξης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Ἀναμίξας τοίνυν τρόπον τινὰ καὶ ἀνακεράσας ἡμᾶς ἐν ἑαυτῷ, καὶ πάλιν ἡμῖν ἑαυτὸν, κάτεισι μὲν εἰς τὰ ἡμέτερα αὐτὸς, ἀναρπάζει δὲ ἡμᾶς εἰς τὰ ἑαυτοῦ· οἷον ἄνθρωποι μὲν κατὰ φύσιν ἡμεῖς, αὐτὸς δὲ εἰς τὸ παρὰ φύσιν διὰ φιλανθρωπίαν καταδραμὼν, γέγονεν ἄνθρωπος. Δοῦλοι Θεοῦ κατὰ φύσιν ἡμεῖς ὡς ποιήματα· δοῦλος ἐχρημάτισε καὶ αὐτὸς εἰς τὸ παρὰ φύσιν ἐνεχθεὶς, ὅτε γέγονεν ἄνθρωπος. Ἀλλὰ καὶ τὸ ἐναντίον, Θεὸς κατ' οὐσίαν αὐτός· θεοὶ καὶ ἡμεῖς εἰς τὸ παρὰ φύσιν ἀναβαίνοντες διὰ τὴν χάριν· ἄνθρωποι γάρ· Υἱὸς κατὰ φύσιν αὐτός· υἱοὶ καὶ ἡμεῖς κατὰ θέσιν, ὡς εἰς ἀδελφότητα τὴν πρὸς αὐτὸν κεκλημένοι. Οὐκοῦν εἴπερ ἡμεῖς κατὰ θέσιν υἱοὶ καὶ θεοὶ, τοῦτο πάλιν αὐτὸς ἔσται κατὰ ἀλήθειαν ὡς τοῖς κατὰ θέσιν ἀντινοούμενος. Ὁ δὲ ἀληθινὸς Υἱός τε ὑπάρχων καὶ Θεὸς, πῶς ἂν εἴη γενητὸς, οὐδαμόθεν παραδεχομένης τὸ κτίζεσθαι τῆς θείας οὐσίας; ΑΛΛΟ. Ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φησί που πάλιν· «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον.» Δημιουργικὸν κατὰ φύσιν τὸ Πνεῦμα εἰδὼς καὶ ὁ Ψαλμῳδός, φησὶ πρὸς τὸν ὅλων Δεσπότην Θεὸν καὶ Πατέρα·