Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.592
Not analysed yet
ἅγιον. Ἡ μὲν οὖν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς. Ἡμεῖς δὲ αὐτοῖς ἀντεπάγομεν· Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς τοῦ Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀποδείκνυται, ὁ τῷ Πατρὶ κατ' οὐσίαν οὐχ ἕτερος ὤν· Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· «Ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.» Ὅτε τοίνυν διὰ τοῦ Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν ὡς οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι' οὗ τοῖς ἁγίοις ἐνοικεῖν φαίνεται. ΑΛΛΟ. Ἄφυκτον ἐπάγει τὴν τιμωρίαν τοῖς εἰς τὸν ἁπάντων βλασφημοῦσι Θεὸν καὶ ὁ διὰ Μωσέως νόμος. Καὶ γοῦν τὸν τῆς Αἰγυπτίας υἱὸν κατὰ τὴν ἔρημον λιθόλευστον παρὰ πάσης τῆς συναγωγῆς προστάττει γενέσθαι Θεὸς, μνημονεύσαντα τοῦ ὀνόματος, καθὰ γέγραπται, καὶ εἰπεῖν τι τῶν ἀπηγορευμένων τολμήσαντα. Οὐδὲν δὲ ἧττον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν αὐτὴν ἀποσώζων τιμὴν τῇ θείᾳ φύσει, ἀφεθήσεσθαι μὲν διϊσχυρίζεται τῷ λέγοντι λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· τῷ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον δυσφημήσαντι οὐκ ἀφεθήσεσθαι, οὔτε ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Ἀλλ' εἴπερ ἦν ποίημα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ τῆς θείας οὐσίας ὑπῆρχε Πατρὶ καὶ Υἱῷ συνθεολογούμενον, πῶς ἡ εἰς αὐτὸ δυσφημία τοσαύτην ἔχει τὴν κόλασιν, ὅση κατὰ τῶν εἰς Θεὸν δυσφημούντων ὁρίζεται; Ἀλλ' ἔστι δῆλον ὅτι Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ τὸ Πνεῦμα, τὸ ὡς Θεὸς τιμώμενον παρὰ ταῖς θείαις Γραφαῖς, καὶ οὕτως ὑπάρχον τῇ φύσει. ΑΛΛΟ. Εἰ, καθάπερ φησὶν ὁ Σωτὴρ, ὁ γεννώμενος ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· ὁ δὲ τοιοῦτος, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἢ γυναικὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθη· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι κατὰ φύσιν τὸ τοὺς ἁγίους ἀναγεννῶν εἰς ἑνότητα τὴν πρὸς Θεὸν, διὰ τοῦ κατοικεῖν ἐν αὐτοῖς, καὶ τῆς οἰκείας φύσεως ἐργάζεσθαι κοινωνούς. ΑΛΛΟ Εἰ θεοποιεῖ τὸ Πνεῦμα τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ μετόχους θείας ἐργάζεται φύσεως, Θεὸς ἄρα ἐστὶ, καὶ ἐκ τῆς θείας οὐσίας φυσικῶς δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον, καὶ ἀναμορφοῦν αὐτὴν ὡς πρὸς ἑαυτό. Ὥσπερ γὰρ φωτὸς ἔργον οἰκεῖον τὸ φωτίζειν ἐστὶ, καὶ οὐκ ἄν τι δύναιτο φωτίζειν ὅλως, εἰ μὴ ὑπάρχοι φῶς· οὕτω καὶ θείου Πνεύματος ἔργον, τὸ θεοὺς ἐργάζεσθαι τοὺς δεξαμένους αὐτό. Καὶ οὐδ' ἂν φύσεως θείας ἐδείκνυε κοινωνοὺς τοὺς ἔχοντας αὐτὸ, εἰ μὴ τῆς θείας οὐσίας ὑπῆρχεν αὐτό.