Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.589
Not analysed yet
πνευματικὰ τὰ θεῖα πάντως εἶναί φησιν, ὥσπερ οὖν καὶ σαρκικὰ τὰ τῆς σαρκός. Εἰ τοίνυν τὰ θεῖα, τουτέστι, τὰ περὶ Θεοῦ μυστήρια, καλῶς δὴ μάλα ποιῶν ἀποκέκληκε πνευματικά. ΑΛΛΟ. Ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτήρ πού φησι περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ὁ δὲ μακάριος Ἰωάννης ἔκ τε τῆς τοῦ Πατρὸς οὐσίας καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα δεικνύων, ἐν μὲν τοῖς Εὐαγγελίοις φησί· «Τὸ Πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.» Ἐν δὲ τῇ Ἐπιστολῇ· «Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.» Πῶς οὖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ Πνεῦμα τῆς ἀληθείας ὑπάρχον, τοσαύτην τε πρὸς τὸν Υἱὸν ἔχον τὴν ἐμφέρειαν διὰ τὴν τῆς οὐσίας ταυτότητα, ὡς ἀλήθειαν καλεῖσθαι καὶ αὐτὸ, πῶς γενητὸν ἂν εἴη καὶ πεποιημένον; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ὄντως ἀλήθεια, καὶ ἐκ Πατρὸς πορεύεται. ΑΛΛΟ. Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου διαλαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος ἐλλάμπειν τὸ Πνεῦμα τὸ ἅγιον ταῖς καρδίαις ἡμῶν διϊσχυρίσατο πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὅτε τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομολογεῖν, δι' οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ τῆς οἰκείας φύσεως ἀκτῖνα, προτείνων τὴν τοῦ Πνεύματος ἔλλαμψιν. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ τὰς τῶν ἁγίων, φασὶ, ψυχὰς καταχρίεσθαί φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ' ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον; Πρὸς τοῦτο λύσις. Ὢ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἁπασῶν αἰσχίστης ἀβουλίας ἀνάπλεοι· οὐ γὰρ βραχὺ διανήψαντες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύσεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προσφέρηται ῥήμασι, καὶ τῆς καθ' ἡμᾶς συνηθείας οὐκ ἀναβαίνει τὸ σχῆμα, διὰ τὸ μόλις οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους. Ἵνα δέ τι ταῖς ὑμῶν ἀμαθίαις εἴπωμεν συγγενὲς, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται, καθ' ὑμᾶς, καὶ ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος εἶναι δεῖ πάντως ἑτεροούσιον, ἀνάγκη λέγειν καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς ἑτεροούσιον. Ἐπειδὴ δὲ τὸ μύρον ἐκ πολλῶν συντέθειται, παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν καὶ ποικίλων ἡμῖν συγκεῖσθαι μερῶν. Καὶ πάλιν, ἐπειδὴ τὸ μύρον ἄλογον, ἔστω καὶ τὸ Πνεῦμα τὸ