Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.597
Not analysed yet
μένοις παρέχει; Τὸ ἀτελὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν, πῶς ἁγιάζει μὲν Ἀρχὰς, Θρόνους, Κυριότητας, Δυνάμεις, Ἐξουσίας, Ἀγγέλους, ἀνθρώπους; Πῶς δὲ ἄρα φασὶν ἁγιασμοῦ πληροῦσθαι τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς, ἁγιαστικῆς δηλονότι δυνάμεώς τε καὶ ἐνεργείας ἐρχομένης ἐπ' αὐτό; Τοῦτο γὰρ, ὡς εἰκὸς, δυσφημοῦντες ἐροῦσι. Τίς οὖν ἡ χρεία περιόδου μακρᾶς καὶ πολυπλόκων νοημάτων; Αὐτὴν γὰρ ἐκείνην τὴν ἐκ Πατρὸς φυσικῶς προϊοῦσαν δύναμιν ἁγιαστικὴν τὴν τοῖς ἀτελέσι τὸ τέλειον παρεχομένην, φαμὲν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ περιττὸν, ὡς φαίνεται, τὸ διὰ μέσου τινὸς ἁγιάζεσθαι τὴν κτίσιν, οὐκ ἀπαξιούσης τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ μέχρι τῶν ἐλαχίστων διϊκνεῖσθαι, καὶ ἁγιάζειν αὐτὰ διὰ τοῦ ἁγίου Πνεύματος, ἐπείπερ αὐτοῦ τὰ πάντα ποιήματα. ΑΛΛΟ. «Ὁ νόμος διὰ Μωσέως ἐδόθη,» φησὶν ἡ θεία Γραφὴ, «ἡ χάρις δὲ καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Οὐκοῦν εἴπερ πολύ τι φαίνεται, τὸ μεταξὺ τῆς τε Μωσέως διακονίας, καὶ τοῦ μεσιτεύσαντος Θεοῦ τε καὶ ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀνάγκη τὸν μὲν διὰ Μωσέως νόμον ἀτελῆ συνομολογεῖν· οὐδὲν γὰρ ἐτελείωσε, φησὶν ὁ Παῦλος· τὴν δὲ διὰ τοῦ Σωτῆρος ἡμῶν χάριν ἀληθῆ καὶ τελείαν εἶναι πιστεύομεν. Τίς οὖν ἄρα ἡ χάρις, ἢ πάντως ἡ τοῦ ἁγίου Πνεύματος χύσις ἡ ἐν ταῖς καρδίαις ἡμῶν γινομένη, κατὰ τὴν τοῦ Παύλου φωνήν; Πῶς οὖν ἀληθινὴ φανεῖται λοιπὸν ἡ ἐν ἡμῖν χάρις, εἴπερ διηκονήθη διὰ κτίσματος εἰς ἡμᾶς ὁ ἁγιασμὸς, ὥσπερ οὖν καὶ ὁ νόμος δι' ἀγγέλων; Εἰ γὰρ οὐκ αὐτουργεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν, οὐδὲ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ ἀκούομεν, μετοχικῶς δὲ καὶ μεταληπτικῶς ἁγιασμοῦ πληρούμενον, παρὰ τῆς θείας οὐσίας, εἰς ἡμᾶς ἐκπέμπει τὴν δοθεῖσαν αὐτῷ χάριν, πρόδηλον ὅτι διὰ κτίσματος ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος διηκονήθη χάρις. Ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθές. Διὰ Μωσέως μὲν γὰρ ὁ νόμος, ἤτοι δι' ἀγγέλων· διὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἡ χάρις καὶ ἡ ἀλήθεια. Αὐτουργὸν ἄρα τὸ Πνεῦμα ἐν ἡμῖν, ἀληθῶς ἁγιάζον καὶ ἑνοῦν ἡμᾶς ἑαυτῷ διὰ τῆς πρὸς αὐτὸ συναφείας, θείας τε φύσεως ἀποτελοῦν κοινωνούς. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ κτίσμα οὐδὲ ποίημα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπιστέλλει Ῥωμαίοις ὁ Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· «Τοῦ ὁρισθέντος, φησὶν, Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ τὸ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Εἰ τοίνυν διὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι, καὶ τῇ ζωοποιῷ δυνάμει τοῦ ἁγίου Πνεύματος λῦσαι τὰ δεσμὰ τοῦ θανάτου, ὁ Χριστὸς εἰς Υἱὸν ἀληθινὸν ὁρίζεται τοῦ Θεοῦ, καὶ τοῦτο ὑπάρχων νοεῖται, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα τὸ δι' οὗ τῆς θείας δυνάμεως ἡ ἐπίδειξις γίνεται, τουτέστι τὸ Πνεῦμα, ἵνα μὴ διὰ