Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.600
Not analysed yet
κτίσματος φαίνηται Χριστὸς τρόπον τινὰ βοηθούμενος, οἰκείᾳ δὲ μᾶλλον ἀποκεχρημένος ἰσχύϊ τῇ διὰ Πνεύματος. ΑΛΛΟ. Ὁ Παῦλος πάλιν· «Ἐπιποθῶ γὰρ, φησὶν, ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Εἰ στηρίζει τὸ Πνεῦμα διὰ τῶν οἰκείων χαρισμάτων τοὺς ἐν οἷς ἂν γένοιτο, δῆλον ἂν εἴη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὡς οὔτ' ἐν ποιήμασιν, οὔτε μὲν ἐν δούλοις τετάξεται. Γέγραπται· «Ὑποστηρίξει δὲ τοὺς δικαίους ὁ Κύριος.» Τὸ δὲ ἐν κυριότητος τόπῳ φυσικῆς τεθειμένον, καὶ διὰ τοῦ στηρίζειν δύνασθαι, φέρει πάντως καὶ τὸ κυρίῳ πρέπον ἀξίωμα. Δοῦλον δὲ τὸ ποιηθὲν ὅσον εἰς γένεσιν. Οὐκ ἄρα ποίημά ἐστι τὸ Πνεῦμα· κύριον γὰρ ἀποδέδεικται καὶ οὐ δοῦλον. ΑΛΛΟ. Ὅσην ἡμῖν τὴν φιλανθρωπίαν ὁ πάντων ἐποιήσατο Δεσπότης, διδάσκων ὁ Παῦλος, φησὶν, ὅτι «Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Εἰ τοίνυν ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐχ ἕτερον μέν τι αὐτὸς, ἕτερον δέ τι τὸ ἐν αὐτῷ, ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, ἐκκέχυται δὲ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστιν, ὡς ἐν τάξει Θεοῦ, κατοικοῦν ἐν ἡμῖν, καὶ, ἵν' οὕτως εἴπω, τῆς ἀνωτάτω πασῶν ἐξέρπον οὐσίας ἐν ἰδίᾳ τε ὑπάρξει καὶ ἐκ Πατρὸς νοούμενον, δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον. ΑΛΛΟ, δηλοῦν ὅτι ὁ νόμος παρὰ τοῦ Πνεύματος ἐτέθη ὡς παρὰ Θεοῦ. «Οἶδα μὲν, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστι.» Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.» Καὶ πάλιν· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Ἰδοὺ τὸν νόμον ὀνομάσας πνευματικὸν, τουτέστι τὸν διὰ Πνεύματος, εὐθὺς αὐτὸν καὶ Θεοῦ νόμον ἀποκαλεῖ. Γυμνότερον δὲ διὰ τῶν ἐφεξῆς ὅτι Θεὸς εἴη τὸ Πνεῦμα, δεικνύει βοῶν· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς,» ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. Καὶ τίς ἡ ζωὴ, ἢ πάντως ὁ λέγων Χριστός· «Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή;» Νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτὸ νομοθετεῖ. ΑΛΛΟ. Τοῦ σαρκικοῦ κινήματος ὁ Παῦλος κατηγορῶν, καὶ δεικνὺς ὅσην ἔχει πρὸς τὴν τοῦ Πνεύματος βούλησιν τὴν ἀνάστασιν, «Ἡ σὰρξ, φησὶ, κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα