Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.60
Not analysed yet
Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννησις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυσικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται. Ἀπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολλάκις ἔχει τινὰ τῶν φυσικῶν. Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ' οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ' αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν. Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέγονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνόμασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιότητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί. ΑΛΛΟ. Ἐκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν χρόνῳ ὁ Υἱός. Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαροῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννήσας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος, ΑΛΛΟ, διηγηματικῶς. Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐδὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ' ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ ἀποκυήσας αὐτόν. Ἐρώτησις ὡς ἐκ τῶν Εὐνομίου. Λεγέτωσαν ἡμῖν, φασὶν, οἱ τῷ Πατρὶ τὸν Υἱὸν συναΐδιον εἶναι φάσκοντες, ἐπαύσατο τοῦ γεννᾷν ὁ Πατήρ; Ἐπαύσατο δέ. Ἀρχὴν οὖν ἔχει τοῦ εἶναι ὁ Υἱὸς, τὴν ἐν τῷ γεννᾷν κατάπαυσιν τοῦ Πατρός. Πρὸς τοῦτο λύσις. Εἰ παντὸς ἀνωτέρω χρόνου καὶ ἀρχῆς ἢ διαστή-