Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.61
Not analysed yet
ματος ἡ οὐσία τοῦ Θεοῦ, ἀνωτέρα τούτων ἔσται καὶ ἡ γέννησις, καὶ οὐ πάντως ἀποστερήσει τὴν θείαν φύσιν τοῦ δύνασθαι γεννᾷν, τὸ μὴ ἐν χρόνῳ τοῦτο ποιεῖν. Ἕτερος γὰρ παρὰ τὸν ἀνθρώπινον ὁ τρόπος τῆς θείας γεννήσεως. Ὁμοῦ γὰρ τῷ εἶναι τὸν Θεὸν καὶ τὸ γεννᾷν αὐτῷ συνεπινοεῖται, καὶ ἦν ἐν αὐτῷ γεννητῶς ὁ Υἱὸς, οὐ προτρέχουσαν ἔχων τὴν γέννησιν τῆς ὑπάρξεως, ἀλλ' ἅμα καὶ ὢν ἀεὶ γεννητῶς. ΑΛΛΟ. Ὁ τολμήσας εἰπεῖν· Κατέπαυσεν ἄρα τοῦ γεννᾷν ὁ Πατὴρ, ἀφύκτῳ δυσφημίας ἐγκλήματι περιπεσεῖται δικαίως. Τρεῖς γὰρ ἀλλοιώσεις εἰσφέρει περὶ τὴν θείαν φύσιν. Ἀνάγκη γὰρ πᾶσα τῇ διαστηματικῇ γεννήσει τρεῖς δοῦναι χρόνους. Ἕνα μὲν, τὸν πρὸ τῆς γεννήσεως· δεύτερον δὲ, τὸν ἐν αὐτῷ τῷ γεννᾷν· τρίτον δὲ, τὸν μετὰ τὴν γέννησιν. Εἰ δὲ ἐν τούτοις γέγονε Θεὸς ἀρχόμενος τοῦ γεννᾷν, καὶ γεννήσας, καὶ καταπαύσας, πῶς οὐκ ἠλλοιώθη· πῶς δὲ αὐτὸς ἔσται τῶν αἰώνων ποιητής; ἢ πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ Χριστοῦ, ὅτι «Δι' αὐτοῦ γέγονε τὰ πάντα,» καιροῦ μεσολαβοῦντος καὶ ἀνωτέρω κειμένου τῆς γεννήσεως αὐτοῦ, κατὰ τὴν τῶν χριστομάχων μανίαν; ΑΛΛΟ. Ἐν χρόνῳ μὲν οὐ τίκτει Θεὸς, ὁ χρόνων ἀνωτέρω κειμένην ἔχων τὴν φύσιν· οὐδὲ ἀνάγκαις ὑποκείσεταί τισιν, ὁ πάντα ὑπεραναβεβηκώς. Οὐ πάντως δὲ τὸ τίκτειν πεφυκὸς, ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόεισιν, οὐδὲ ἐπειδὴ τίκτειν οἶδε, πάντως καὶ καταπαύει. Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν αὐτῷ προσοῦσαν θερμότητα καὶ τὸν φωτισμόν· οὔτε δὲ ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν, οὔτε πεπαύσεται γεννῶν τὸ κατὰ φύσιν αὐτῷ προσόν· ἀλλ' ἅμα γέγονε πῦρ, καὶ ἦν αὐτῷ τὰ αὐτοῦ. Εἰ τοίνυν καὶ ἐπὶ τῶν πεποιημένων παρὰ Θεοῦ τοιοῦτος φαίνεται γεννήσεως τρόπος, πῶς οὐκ ἀσεβὲς μὴ τὰ μείζω παραχωρεῖν αὐτῷ, κἂν μὴ φθάνῃ πρὸς κατάληψιν τῆς μεγάλης αὐτοῦ φύσεως ὁ ἀνθρώπινος νοῦς; ΑΛΛΟ. Τὸ γενητὸν πρὸς τὸ ἀγένητον, καὶ τὸ ποιηθὲν πρὸς τὸ μὴ πεποιημένον πολλὴν ἔχει τὴν διάστασιν· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται. Εἰ τοίνυν πᾶν ὅπερ ἂν ἐκ γενητοῦ γένηται, ἀκολουθεῖ πάντως τῇ οἰκείᾳ φύσει, καὶ ἔστι γενητὸν διὰ τὸ ἐκ τοιούτου τὴν ὕπαρξιν ἔχειν, ἀναγκαίως ἔσται καὶ τὸ ἐναντίον, καὶ πᾶν ὅπερ ἂν ἐξ ἀγενήτου γεννηθῇ, τοῦτό ἐστιν ἀγένητον. Ἐγενήθη δὲ ὁ Υἱὸς ἐξ ἀγενήτου Πατρός· ἀγένητος ἄρα καὶ αὐτὸς καὶ τῷ τεκόντι συναΐδιος, σώζων ἐν ἑαυτῷ τῆς πατρῴας φύσεως τὸ ἀξίωμα. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτό φαμεν καὶ αὐτοὶ συναΐδιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, οὐ καθὸ ἦν ἀεὶ σὺν αὐτῷ, ἀλλ' ὅτι τὸ θέλειν ἀεὶ τὸν Υἱὸν εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ.