Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.601
Not analysed yet
γὰρ ἀλλήλοις ἀντίκειται.» Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· «Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας·» νόμον μὲν ἁμαρτίας τὰ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἡδονὰς κινήματα λέγων· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν ἀποκαλῶν. Πρόδηλον οὖν ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν τὸ οἰκεῖον θέλημα. Πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν, ἀλλὰ μόνῳ Θεῷ. ΑΛΛΟ. «Τῇ γὰρ ματαιότητι, φησὶν, ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι.» Οὐκοῦν εἴπερ εἶναί φασι κτιστόν τε καὶ ποιητὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι, καὶ συστενάζειν μὲν καὶ συνωδίνειν, εἶναί τε νῦν ὥσπερ ἐν δουλίᾳ, ἐλευθερωθήσεσθαί τε μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων Θεοῦ. Εἶτα ποῖ ποτε ἡμῖν ὁ Παῦλος οἰχήσεται λέγων· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ.» Ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἂν γένοιτο, ἀναμορφοῖ δὲ μᾶλλον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα, μετόχους ἀποδεικνύων τῆς οἰκείας φύσεως. Οὐκ ἄρα δοῦλόν ἐστιν, εἰ δὲ τοῦτο, οὐ κτίσμα. Τὸ δὲ καὶ τὸ εἶναι κτίσμα καὶ τὸ ἓν δούλων τετάχθαι διαφυγὸν, τῆς θείας ἂν εἴη λοιπὸν οὐσίας δηλαδή. ΑΛΛΟ. Συστενάζειν ὁ Παῦλος τὴν κτίσιν εἰπὼν, ἐπιφέρει· «Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἡμεῖς.» Καὶ τί τὸ ἐν τούτοις ζητούμενον; Ἡ ἀπαρχὴ, τινός ἐστιν ἀπαρχὴ, καὶ ὁμοειδὴς ἐκείνῳ πάντως, οὗ καὶ ἔστιν ἀπαρχή· οἷον οἴνου μὲν οἶνος, σίτου δὲ ὁμοίως σῖτος. Εἰ τοίνυν ὡς ἐν τῷ αἰῶνι τῷ μέλλοντι τελειοτάτην ἔχειν μέλλουσι τῆς θεότητος τὴν μετουσίαν, ἐν ἀπαρχῆς ἡμῖν τάξει τὸ Πνεῦμα τὸ ἅγιον ἐχορηγήθη, ἀνάγκη δὴ πᾶσα τῆς θείας φύσεως εἶναι λέγειν αὐτὸ, ἧς καὶ ἔστιν ἀπαρχή. Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστι, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς. ΑΛΛΟ. Ῥωμαίοις ἐπιστέλλει πάλιν ὁ Παῦλος· «Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ὥρισε μέτρον πίστεως.» Εἶτα πάλιν τῇ τοῦ Πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀναθείς· «ᾯ μὲν γὰρ ὁ Θεὸς, φησὶ, δίδωσι Πνεῦμα σοφίας·» εἶτα τούτῳ προσθεὶς δωρεῶν εἴδη πολλὰ, «ἑτέρῳ δὲ πίστιν,» ἐπιλέγει· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρ-