Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.605
Not analysed yet
πρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. «Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;» Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ' ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐδὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον. ΑΛΛΟ. «Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ.» Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσφέρων ὁ Παῦλος, φησί· «Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν καταποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος.» Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦμα ζωοποιεῖ. Ἀλλ' εὑρίσκομεν ὅτι τὸ εἶναι κατὰ φύσιν ζωὴ, μόνῳ πρόσεστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῷ ἐξ αὐτοῦ προελθόντι Λόγῳ. «Ὥσπερ γὰρ, φησὶν, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ.» Καὶ πάλιν· «Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Οὐκοῦν εἰ ζωοποιοῦντος τοῦ Πατρὸς, ζωοποιοῦντος δὲ ὁμοίως καὶ τοῦ Υἱοῦ, ζωοποιεῖ καὶ τὸ Πνεῦμα, πῶς ἔσται κτίσμα ἢ ποίημα, τὸ Πατρὶ καὶ Υἱῷ προσεοικὸς, καὶ τῆς οὐσίας ἔχον τὴν ταυτότητα; ΑΛΛΟ, εἰς τὸ αὐτὸ συλλογιστικῶς. Εἰ ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, κατὰ τοὺς ἀνοήτους αἱρετικοὺς, ζωοποιεῖν δύναται τοὺς ἐν οἷς ἂν γένοιτο, οὐδὲν ἐν Θεῷ τὸ ἐξαίρετον ζωοποιοῦντι καὶ αὐτῷ, ἐνέργειαν δὲ πάντως τὴν αὐτὴν εἶναι δώσομεν ποιητοῦ καὶ ποιήματος. Εἶτα πῶς ἐκ διαφόρου καὶ παρηλλαγμένης οὐσιώδους ποιότητος, ἴση καὶ ἀπαράλλακτος ἂν δοθήσεται δύναμις; Τὰ γὰρ μίαν ἔχοντα τὴν ἐνέργειαν, ἕνα καὶ τὸν τοῦ πῶς ἐστι φορέσει λόγον. Ὥρα τοίνυν ἢ τὸ Θεὸν εἰς τὸν τῶν ποιημάτων καταφέρειν ὅρον, ἢ τῷ ποιήματι τὸν τῇ Θεότητι πρέποντα λόγον ἀπονέμειν, εἴπερ, κατ' ἐκείνους, ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, ἴσην τῷ Θεῷ τὴν ἐνέργειαν ἔχει. Καὶ συγκέχυται λοιπὸν τὰ πάντη κατὰ φύσιν ἄμικτα. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ οὐδὲν