Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.608
Not analysed yet
τῶν οὐσιωδῶς προσόντων τῷ Θεῷ, πρόσεστι ποιήματι, ὥσπερ καὶ αὐτῷ. Ζωοποιεῖ δὲ τὸ Πνεῦμα, ζωοποιοῦντος τοῦ Θεοῦ καὶ Πατρός. Καὶ πῶς ἔσται ποίημα τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τῆς θείας οὐσίας τὸ ἴδιον καὶ ἐξαίρετον; Οὐκοῦν ἐκ Θεοῦ καὶ Θεὸς τὸ Πνεῦμα· καὶ οὐ κτίσμα, κατά τινα τῶν ἀνοήτων, οἷς ἀεὶ γλυκὺς ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. ΑΛΛΟ. «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ Θεοῦ.» Οὐκοῦν ἐπειδήπερ ἀνακαινίζοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ εἰς νέαν μετατιθέντος ζωὴν, τὸ Πνεῦμα ἀνακαινίζον λέγεται, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,» ἀνάγκη τὸ Πνεῦμα τῆς οὐσίας ὁμολογεῖν τοῦ Υἱοῦ. Ὡς γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχον καὶ ἐπὶ τὴν κτίσιν παρ' αὐτοῦ πεμπόμενον τὸν ἀνακαινισμὸν ἐργάζεται, συμπλήρωμα τῆς ἁγίας ὑπάρχον Τριάδος. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐ ποίημα. ΑΛΛΟ. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Εἰ δὲ τὸ Πνεῦμά ἐστι τὸ ἐπισκηνοῦν καὶ κατοικοῦν ἐν ἡμῖν, καὶ δι' αὐτοῦ Χριστὸς, δύναμις ἄρα αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ φύσει προσὸν τῷ Υἱῷ; Ὥρα γὰρ λέγειν σύνθετον εἶναι τὸν οὐδεμίαν ἔχοντα διπλόην Θεὸν Λόγον, ἔκ τε γενητῆς καὶ ἐκ τῆς οἰκείας συγκείμενον φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, οὐ κτιστὸν τὸ Πνεῦμα ἢ ποιητὸν, ἀλλ' ἐκ τῆς ἀπερινοήτου καὶ θείας οὐσίας, ὡς δύναμις αὐτῆς καὶ ἐνέργεια φυσική. ΑΛΛΟ. «Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» Οὐκοῦν ἐπειδήπερ ἐν τοῖς δοκίμοις κατοικοῦντος τοῦ Πνεύματος, Χριστός ἐστιν ὁ κατοικῶν, ἀνάγκη λέγειν αὐτὸ τῆς θείας ὑπάρχειν οὐσίας, ἧς καὶ ἐργάζεται κοινωνοὺς τοὺς μετασχόντας αὐτοῦ. Οὐ γὰρ δή που φήσειεν ἄν τις, εἴ γε νοῦν ἔχοι, διὰ κτίσματος τὴν τοῦ Θεοῦ μετοχὴν ἐν ἡμῖν ἀποτελεῖσθαι, εἴπερ ἔκφυλα παντελῶς καὶ ἀλλήλοις ἀνόμοια, καὶ πολὺ τὸ διεῖργον μεταξὺ γενητῆς τε καὶ ἀγενήτου οὐσίας. ΑΛΛΟ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἰδοὺ πάλιν ἐνθάδε συμπληρωτικὸν τῆς ἁγίας Τριάδος τὸ Πνεῦμα φαίνεται. Πῶς οὖν εἷς, πῶς δὲ ἁπλοῦς ὁ Θεὸς, εἴπερ τὸ ἐν αὐτῷ Πνεῦμα κτιστὸν ὑπάρχον ἢ ποιητὸν, ἕτερόν τι παρ'