Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.625
Not analysed yet
Ὁ Σωτήρ. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἴνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτείᾳ μὴ μείνῃ. Ὁμοίως. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ὁμοίως. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. Ὁμοίως. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἕργα αὐτοῦ. Ἰωάννης εὐαγγελιστής. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ὁ αὐτός. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτεία αὐτὸ οὐ κατέλαβεν. Ὁ Σωτὴρ πρὸς Ἰουδαίους. Ἕως τὸ φῶς ἔχετε, πιστεύσατε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὁ αὐτὸς πρὸς αὐτούς. Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτεία ὑμᾶς καταλάβῃ. Ὅτι ἀλήθειά ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ὁ Παῦλος. Καὶ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Ὁ αὐτός. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ Πέτρος. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ὁ Παῦλος. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν Λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ὁ αὐτός. Ὁ Θεὸς γὰρ, φησὶ, θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἵλετο γὰρ, φησὶν, ἡμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Ὁ αὐτός. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὁ Σωτήρ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Ὁμοίως. Κἀγὼ, φησὶ, παρακαλέσω τὸν Πατέρα, ἵνα μείνῃ μεθ' ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃν ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ. Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ἔλεγεν, φησὶν, ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, τοῖς Ἰουδαίοις δηλαδή· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου