Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.624
Not analysed yet
ψεύστην ποιοῦμεν αὐτὸν, καὶ οὐκ ἔστιν ἐν ἠμῖν ὁ Λόγος αὐτοῦ. Ὁ αὐτός. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ Λόγος ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν. Ὅτι φῶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἡσαΐας. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. Ὁ αὐτός. Χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, πρὸς ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Ὁ αὐτός. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Ὁ αὐτός. Ἰδοὺ δέδωκά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ὁ Ψαλμῳδός. Φῶς ἀνέτειλε τῷ δικαίῳ. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτί σου προσώπου σου πορεύσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Δανιήλ. Ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Ὁ Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγων· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Ὁ αὐτός. Ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ ἀληθείᾳ. Ὁ αὐτός. Εὐχαριστοῦμεν, φησὶ, τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῷ κλήρῳ ἐν τῷ φωτί. Ὁ Πέτρος. Ὅπως, φησὶ, τὰς ἀρετὰς ἐπαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Ὁ αὐτός. Ἕως οὗ, φησὶν, ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Ἰωάννης ἐν Ἐπιστολῇ. «Ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ' ἀλλήλων.» Ὁ γὰρ ἐν τῷ φωτὶ περιπατῶν ἐν Χριστῷ πολιτεύεται. Ὁ αὐτός. «Ὅτι ἡ σκοτεία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει,» τουτέστιν, ὁ Χριστός. Ὁ αὐτός. «Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει· καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν.» Οὐ γὰρ ἔξω τῆς ἐν Χριστῷ πολιτείας κείσεται ὁ τὴν αὐτῷ φίλην ἀγάπην ἐν αὐτῷ κεκτημένος.