Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.69
Not analysed yet
θεσίαν δι' αὐτοῦ, καὶ γέγονεν ἡμῶν κατὰ χάριν Πατὴρ ὁ αὐτοῦ κατὰ φύσιν. Ἀναλαμβάνων δὲ εἰς ἑαυτὸν τὰ ἡμῶν, καὶ ὡς τὴν τοῦ δούλου φορέσας μορφὴν τὰ τῶν δούλων οἰκειούμενος, λέγει· «Καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Οὐκοῦν αὐτοῦ μὲν φύσει Πατὴρ, ἡμῶν δὲ Θεός. Καὶ ἐπειδὴ, καθάπερ ἤδη προεῖπον, δι' Υἱοῦ πεποιήμεθα, πρῶτον ἔσται Πατὴρ, εἶθ' οὕτως Θεὸς, εἰ καὶ ἅμα καὶ συνημμένως. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Συναΐδιον, φησὶ, καὶ αὐτοὶ τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦμεν εἶναι, καθὸ τὴν τοῦ δύνασθαι τεκεῖν αὐτὸν ἐξουσίαν εἶχεν ἐν ἑαυτῷ καὶ πρὶν αὐτὸν τέκῃ. Πρὸς τοῦτο λύσις. Εἰ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα συναΐδιον αὐτῷ τὸν Υἱὸν εἶναι ποιεῖ, καὶ οὐχ ὅτι συνῆν αὐτῷ γεννητῶς, τί κωλύσει λέγειν ὅτιπερ, ἐπειδὴ τὸ δύνασθαι κτίζειν ἦν ἐν Θεῷ, ἔσται πάντως αὐτῷ καὶ τὰ ποιήματα συναΐδια; Εἰ γὰρ τὸ δύνασθαι μόνον τὸ ἐν τοῖς πράγμασιν ἀποτέλεσμα φορεῖ, ἦν ἄρα καὶ πρὶν γένηται τὰ ποιήματα. Ἦν γὰρ ἐν τῷ Ποιητῇ τὸ δύνασθαι ποιεῖν αὐτά. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὐ τὸ δύνασθαι κτίζειν τὸν Θεὸν τοῦτό ἐστι καὶ γενέσθαι τὰ ποιήματα· οὐκ ἄρα τὸ δύνασθαι τεκεῖν τὸν Πατέρα, τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ' ὅτι γεννητῶς καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ἅμα καὶ συναΐδιος· ὡς ἐκ πυρὸς θερμότης, ἢ καὶ ἐξ ἄνθους εὐωδία. ΑΛΛΟ. Τὸ δύνασθαι γεννᾷν οὔπω τὴν ἐπ' αὐτῷ ἐνέργειαν ἔχει. Ὅτε γάρ τις τίκτει, τότε καὶ ἐνεργεῖ. Οὐκοῦν οὐ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ' ἐκ τοῦ εἶναι Πατέρα τὸν Θεὸν, τὸ ἐξ αὐτοῦ συνεπινοεῖται, διὸ καὶ Πατήρ ἐστιν. Εἰ δὲ ἅμα Πατὴρ καὶ Θεὸς, ἅμα καὶ Υἱὸς, συντρέχων τῇ τοῦ Πατρὸς ἀϊδιότητι καὶ συνεκτεινόμενος, ἵνα σώζηται τῷ γεννήσαντι τὸ εἶναι Πατέρα. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ καθ' ὑμᾶς, φησὶ, τοὺς ὀρθὰ φρονεῖν λέγοντας συναΐδιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδέ ποτε ἄρα γέγονεν ἐνεργὸς ὁ Πατὴρ περὶ τὸ τίκτειν αὐτὸν, ἀεὶ δὲ ἀργὸς, πῶς οὖν ἐγεννήθη; Εἰ δὲ γέγονεν ἐνεργὸς καὶ ἔτεκεν, ἀρχὴν ἕξει πάντως τοῦ εἶναι τὸ γεννηθέν. Πρὸς τοῦτο λύσις. Εἰ μὲν περί τινος τῶν πεποιημένων ὁ λόγος ἦν, ὦ οὗτοι, καλῶς ἐργάτην ἡμῖν εἰσφέρετε τὸν Θεὸν, καὶ οὐχὶ μᾶλλον γεννήτορα. Ἐπειδὴ δὲ οὐκ ἐργασίαν τινὰ γεγενῆσθαι παρὰ τοῦ Πατρὸς ὁμολογοῦμεν εἰς τὸν Υἱὸν (γεγενῆσθαι γὰρ αὐτὸν ἐκ τῆς οὐσίας, οὐκ ἔξωθεν πεποιῆσθαί φαμεν), πῶς οὐ διαῤῥήδην βλασφημεῖτε, λέγοντες ἐνεργὸν γεγενῆσθαί ποτε τὸν Πατέρα περὶ τὴν γέννησιν τοῦ Υἱοῦ, τοῦτον οὐκ ἐχούσης τὸν νόμον τῆς γεννήσεως οὐδὲ ἐφ' ἡμῶν; Τὰ μὲν γὰρ ἔξωθεν, ἐργαζόμεθα· τίκτομεν δὲ τὰ ἐξ ἑαυτῶν. Οὐκοῦν