Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.72
Not analysed yet
ἐπειδήπερ οὐκ ἔργον ἐστὶν ὁ Υἱὸς, γέννημα δὲ μᾶλλον ἀϊδίου Πατρὸς, ἕξει δηλαδὴ τοῦ τεκόντος τὴν εὐγένειαν, ἀΐδιος ὢν ὡς ἐκεῖνος. ΑΛΛΟ. Ἵνα μὴ σφόδρα φιλόνεικοί τινες εἶναι δοκῶμεν, συνθησόμεθα τοῖς χριστομάχοις ἐνεργητικὴν εἶναι λέγουσι τὴν γέννησιν τοῦ Υἱοῦ, διὰ τὸ μὴ ἐκ πάθους τετοκέναι τὸν Πατέρα. Ἀλλ' ὥσπερ ἐστὶν ἐνεργητικὴ, οὕτω δὴ φυσική τε καὶ οὐσιώδης, καὶ τῆς ὑποστάσεως ἀχώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός; ΑΛΛΟ. Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗτος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλικίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀποθαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γεγέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεννᾷν ἀχρόνως πρεπωδέστατον. ΑΛΛΟ. Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ' οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ; ΛΟΓΟΣ ϛʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱόν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλαττῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ