Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.81
Not analysed yet
φήσουσιν αὐτὸν, ὡς εἰς δυάδα μεμερισμένον (οὗτος γὰρ τοῖς χριστομάχοις ὁ λόγος), οὔτε μὴν ἀπόῤῥοιάν τινα γίγνεσθαι περὶ τὴν οὐσίαν αὐτοῦ νομιοῦσι. Ταῦτα γὰρ ἐφ' ἡμῶν μὲν ἀκόλουθον ἐννοεῖν· ἐπὶ δὲ Θεοῦ λίαν ἀσεβές. Φευκτέον τοιγαροῦν τὴν ἐν τούτοις ἀτοπίαν, καὶ νοητέον οὕτω γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς, ὡς σοφίαν ἐκ νοῦ, ἣ καὶ τοῦ γεννήσαντος ἔξω πως γενέσθαι δοκοῦσα κατὰ τὴν ἔκφανσιν αὐτῆς, πάλιν ἔστιν ἐν αὐτῷ, οὐ μεμερισμένως προελθοῦσα. Οὔτε μὴν ἀπόῤῥοιάν τινα γενέσθαι παρασκευάσασα περὶ τὸν νοῦν τὸν ἀπογεννήσαντα αὐτὴν, ἀλλ' ἐν ὁλοκλήρῳ καταστάσει τηρήσασα, καὶ ὅλον ἐν ἑαυτῇ ζωγραφοῦσα, καὶ ὁρωμένη πάλιν ἐν αὐτῷ. ΑΛΛΟ. Τοιοῦτον ἔσται τὸ γεννητικὸν τοῦ Θεοῦ, ὁποῖον ἄν τις ὑπολάβοι καὶ τὸ δημιουργικόν. Ὅνπερ γὰρ τρόπον πολλὰ καὶ διάφορα δημιουργῶν, οὐκ εἰς ἕκαστα τῶν γινομένων μερίζεται κατὰ τὴν οὐσίαν, καίτοι διαφόρως ἐνεργῶν ἐφ' ἑκάστῳ, ἀλλὰ διὰ μιᾶς καὶ ἀῤῥήτου δυνάμεως τὰ πάντα δημιουργεῖ, οὕτω καὶ γεννᾷ, οὐ μεριζόμενος, ὡς ἐκεῖνοί φασι. Καὶ πάλιν· Ὥσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπον τοὺς ἐν τοῖς χαρίσμασι τρόπους καὶ πρὸς τὸ ἑκάστου μέτρον τοῖς ἀξίοις χορηγοῦν, ἀλλ' ἔστιν ἓν καὶ τὸ αὐτὸ ποικίλως καὶ ἀπαθῶς ἐν πᾶσιν ἐνεργοῦν, οὕτω καὶ τὴν γεννητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούντων ἀδικεῖσθαι φήσειεν ἢ μερισμὸν, ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ γεγέννηκε, φησὶν, ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ ἔστιν ἕτερος παρ' αὐτὸν ἐν ἰδίᾳ τε ὢν ὑποστάσει, καὶ Υἱοῦ Πατὴρ νοούμενος, μεμέρισται δηλαδὴ καὶ πάντα τὰ τοῦ Πατρὸς, καὶ οὐκ ἐν αὐτῷ μείναντα μόνῳ, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν, διαβεβηκότα φαίνεται. Οὐκοῦν ἢ οὐκέτι τελείαν ἔχει τὴν δόξαν ὁ Πατὴρ, μεμερισμένης καὶ αὐτῆς ἐν τῷ Υἱῷ, ἢ εἰ τελείαν ἔχει τὴν δόξαν, ἀποστερεῖ τὸν Υἱὸν, τὸ δοθὲν ὥσπερ εἰς ἑαυτὸν αὖθις ἐπανακλίνων· καὶ ἡ πρότερον ἐν μονάδι θεότης τελείαν ἔχουσα δόξαν, νῦν ἐν δυάδι γενομένη, τὸ τέλειον οὐκ ἔχει. Μόλις δὲ ἐξ ἑαυτῆς ἐρανίζεται τοῦτο, κιχρῶντος τρόπον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ' αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε