Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.84
Not analysed yet
καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι' αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· «Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός. ΛΟΓΟΣ Ζʹ. Πρὸς τοὺς προτείνοντας τό· Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ; Ἐρώτησις ὡς ἐκ τῶν αἱρετικῶν. Ἀβουλήτως ἄρα, φασὶ, καὶ ἀσκέπτως ἐγέννησεν ἤτοι πεποίηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ κατὰ βούλησιν οἰκείαν; Εἰ μὲν οὖν ἀβουλήτως ἐγέννησεν αὐτὸν, πέπονθέ τι τῶν παρὰ γνώμην· εἰ δὲ κατὰ βούλησιν, προϋπάρχειν δὲ τῶν γινομένων ἀνάγκη τὴν περὶ αὐτῶν σκέψιν, προῆν ἄρα τοῦ Υἱοῦ ὁ Πατὴρ, μεσολαβούσης τὴν γέννησιν τῆς περὶ αὐτοῦ βουλήσεως. Ἀπολογία πρὸς τοῦτο. Πόθεν ὑμεῖς, ὦ οὗτοι, κατὰ βούλησιν ἢ ἀβουλήτως γεγεννῆσθαι λέγειν τὸν Υἱὸν, ἢ καὶ ὅλως τοιαύτας τοῖς ἐντυγχάνουσι τὰς πεύσεις προσάγειν, ἀπὸ ποίας τοῦτο μεμαθήκατε Γραφῆς; Τίς δὲ τῶν ἁγίων ἢ κατὰ βούλησιν ἢ ἀβουλήτως αὐτὸν ἔφησεν ἐκ τοῦ Πατρὸς προελθεῖν; Παρὰ τίνι δὲ ὠνόμασται τὰ τοιαῦτα ῥήματα; Ὅτι μὲν γὰρ ἦν καὶ ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἔγνωμεν ἀπὸ τῆς θείας Γραφῆς. Τὸ δὲ, ἀβουλήτως ἢ μὴ, παρὰ μόνων ὑμῶν ἠκούσαμεν. Ἀποκαλύπτει μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ ἐξ οὐρανοῦ, καί φησιν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ διὰ τοῦ Δαβὶδ λέγει· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν·» καὶ ὁ σοφώτατος Ἰωάννης· «Ἐν ἀρχῇ ἦν, φησὶν, ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·» ὁ Ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα πάλιν φησί· «Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁ Παῦλος ἀπαύγασμα, καὶ μορφὴν, καὶ εἰκόνα τοῦ Θεοῦ ἀοράτου καλεῖ. Καὶ τούτων οὐδεὶς εὑρίσκεται λέγων ἀβουλήτως ἢ κατὰ βούλησιν γεγεννῆσθαι τὸν Υἱόν. Ἀλλὰ τὸ, ἦν, εἰπόντες, καὶ τὸ, ἔστιν, οὐδεμίαν ἀρχὴν τὴν ἐν χρόνῳ δεδώκασι τῷ τῶν χρόνων ποιητῇ. Πόθεν οὖν ὑμεῖς τὰ