Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.88
Not analysed yet
δὲ, οἶμαι, πιστεύειν ἀναγκαῖον. Ἦν ἄρα, κατὰ τὸν ἐκείνου λόγον, ὁ Υἱὸς, καὶ τὸ, οὐκ ἦν, ἐπ' αὐτῷ μάταιόν τε καὶ διεψευσμένον. ΑΛΛΟ. Εἰ τῶν ἐν βουλήσει γενομένων προηγεῖται χρόνος, καθ' ὃν ἡ περὶ αὐτῶν σκέψις ἐγίνετο, καὶ εἰ μικρόν τινα καὶ ἀκαριαῖον δοίημεν αὐτὸν, πῶς ἔσται χρόνων ποιητὴς ὁ Υἱὸς, εἰ βούλησις προηγεῖται τῆς γεννήσεως αὐτοῦ; Ἀλλ' ἔστι χρόνων ποιητής. Ἦν ἄρα, καὶ οὐδέν ἐστι πρὸ τῆς γεννήσεως αὐτοῦ. ΑΛΛΟ. Εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, ποῖός ἐστι χρόνος ὅτε οὐκ ἦν ἐν αὐτῷ σοφία; εἰ δέ ἐστιν ἀΐδιος ἐν Πατρὶ (ἀεὶ γὰρ σοφὸς ὁ Πατὴρ), πῶς ἡγήσεταί τι τοῦ ἀεὶ ὄντος; Πῶς δὲ ἡ βούλησις χωρήσει μεταξὺ, μὴ ὄντα ποτὲ τὸν Υἱὸν εἰσφέρουσα, τὸν τῷ γεννήσαντι συναΐδιον ὡς σοφίαν αὐτοῦ; ΑΛΛΟ. Εἰ προηγεῖται βούλησις τοῦ Υἱοῦ, ἐν χρόνῳ δὲ ἀνάγκη τὴν περὶ αὐτοῦ γενέσθαι σκέψιν, καὶ εἰ μικρός τις εἴη καὶ λίαν βραχὺς, πῶς ἔσται πάντων ποιήτης; Ἢ πῶς πιστεύομεν τῇ Γραφῇ, πάντα δι' αὐτοῦ γενέσθαι λεγούσῃ; Ὅπου πρὸ αὐτοῦ φαίνεται χρόνος, καθ' ὃν ἡ περὶ αὐτοῦ γέγονε βούλησις, χρόνων οὐκ ὄντων πρὸ αὐτοῦ; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ μὴ βουλήσει, φησὶ, γέγονεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἄρα καὶ μὴ θέλων ἔσχεν Υἱὸν ὁ Πατήρ. Καὶ τίς ὁ μείζων αὐτοῦ καὶ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Τὰ γὰρ παρὰ γνώμην ἐπισυμβαίνοντα, ἐξ ἀνάγκης γίνεται. Πρὸς ταῦτα λύσις. Ἀντερωτητέον τοὺς χριστομάχους, καὶ δι' ὧν ἡμῖν προτείνουσιν ἀμαθῶς, διὰ τούτων αὐτοῖς ὑπαντήσωμεν, τὴν ἴσην ἀντεπάγοντες πρότασιν. Εἴπατε ἡμῖν· Ἀγαθὸς καὶ οἰκτίρμων, ἐλεήμων τε καὶ ἅγιος ἐκ βουλήσεώς ἐστιν ὁ Θεὸς, ἢ παρὰ βούλησιν; Εἰ μὲν οὖν ἐκ βουλήσεως, ἡ δὲ βούλησις προτρέχει πάντως ἐκείνων περὶ ὧν καὶ γίνεται, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ταῦτα Θεὸς, ἔτι τὴν περὶ αὐτῶν σκέψιν ποιούμενος. Εἰ δὲ ἀβουλήτως ἀγαθός ἐστι καὶ ἐλεήμων παρὰ γνώμην, ἄρα τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. Καὶ τίς ἐστιν ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ, καθ' ὑμῶν; Δέδεικται τοίνυν μωρίας ἀνάμεστος ἡ παρ' ὑμᾶς πρότασις, καὶ ἀγαθὸν οὐδὲν εἰσφέρουσα νόημα. ΑΛΛΟ, διηγηματικῶς. Ἐπὶ τῶν κατὰ φύσιν οὐ προηγεῖται βούλησις, χωρεῖ δὲ μόνον ἐπὶ τῶν ἔξωθεν τῆς οὐσίας ὄντων τοῦ βουλευομένου. Οἷον φέρε εἰπεῖν· Ἀμπελῶνά τις φυτεύει, ἢ ναυπηγεῖται σκάφος, βουλευσάμενος πρότερον περὶ αὐτῶν· τίκτεται δὲ κατὰ φύσιν τὸ ἐξ ἀνθρώπου παιδίον, οὐδεμιᾶς ἡγησαμένης βουλήσεως.