Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.89
Not analysed yet
Εἴ τις οὖν λέγοι τυχὸν ἐπί τινος τῶν ἀνθρώπων ὅτι παρὰ βούλησιν ἔσχεν υἱὸν, μὴ εὐθὺς ἐπὶ τὸ ἐξ ἀνάγκης τρεχέτω· οὐ γὰρ ἔκ τινος ἀνάγκης ἔσχεν· ἀλλ' ὁράτω μᾶλλον ὅτι τῶν ἐκ φύσεως οὐ προηγεῖται βούλησις. Ἑκὼν γάρ τις γεννᾷ, οὐδεμιᾶς περὶ τούτου προηγουμένης βουλήσεως. Θελητῶς οὖν ἄρα καὶ ἀβουλήτως ὑπάρχει καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, ὥσπερ ἐστὶν ἐν ἀνθρώπῳ τὸ ἐξ ἑαυτοῦ παιδίον. ΑΛΛΟ. Εἰ κατὰ φύσιν ἀγαθός ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐκ βουλήσεως, ἵνα μὴ φαίνηται χρόνος, ὅτε οὐκ ἦν τοῦτο, καθ' ὃν ἦν βούλησις, οὐ βουλήσει γεννᾷ τὸν Υἱὸν, ἀλλὰ φύσει. Πρέπει γὰρ μᾶλλον τοῦτο αὐτῷ. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, εἰ αὐτὸς ὁ τοῦ Λόγου Πατὴρ ἐκ βουλήσεως ὑπάρχει, ἢ παρὰ βούλησιν ἑαυτοῦ. Εἰ μὲν οὖν ἐκ βουλήσεως, προηγεῖσθαι δὲ ἀνάγκη τῆς ὑπάρξεως τὴν βούλησιν, σιωπῶ τὸ δύσφημον· εἰ δὲ παρὰ βούλησιν, ἐξ ἀνάγκης ἄρα τοῦτό ἐστιν, ὅπερ ὑπάρχει. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Εἰ δὲ ὑπάρχει μὲν ὁ Πατὴρ, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν παρὰ βούλησιν, ὁ αὐτὸς κρατείτω λόγος ἀπεριεργάστως καὶ ἐφ' Υἱοῦ. Ἐξετάζειν γὰρ τὰ τοιαῦτα ῥιψοκινδύνως οὐκ ἀκόλουθον. Χρὴ δὲ μᾶλλον ἀκούοντας περὶ Θεοῦ εἰδέναι, ὅτι αὐτός ἐστιν ὁ ὢν, οὐκ ἀρχήν τινα τοῦ εἶναι λαβὼν, ἀλλ' αὐτὸς τοῖς ἄλλοις ἀρχὴ τοῦ εἶναι γενόμενος. ΑΛΛΟ, διηγηματικῶς. Ἄτοπον σφόδρα καὶ ἐπικίνδυνον ἐφ' Υἱοῦ λέγειν τὸ, Βουλήσει ἄρα ἢ παρὰ βούλησιν ἐγεννήθη. Ὁ γὰρ οὐκ ἐκ βουλήσεως ὑπάρχων Θεὸς, οὐκ ἐκ βουλήσεως ἔχει τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον, ἀλλὰ φυσικῶς. Εἵη γὰρ καὶ οὕτως εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ οὐ διεψευσμένος. ΑΛΛΟ. Εἰ βούλησις καὶ σκέψις προηγεῖται τῆς ὑπάρξεως τοῦ Υἱοῦ, ὁ δὲ Υἱὸς σοφία καὶ Λόγος ἐστὶ τοῦ Πατρὸς, πῶς ἐβούλετο ὁ Θεὸς ἄλογός τε καὶ ἄσοφος ὢν, καθ' ὑμᾶς; Οὔπω γὰρ ἦν ὁ Υἱὸς, ἔτι τῆς περὶ αὐτοῦ γινομένης σκέψεως. Πῶς δὲ οὐκ ἄτοπον εἰσφέρειν περὶ ἑαυτοῦ βουλευόμενον τὸν Πατέρα, πότερόν ποτε χρὴ σοφίαν ἔχειν καὶ Λόγον, ἢ μή; Παραιτεῖσθαι τοιγαροῦν ἀναγκαῖον τὰς ἀπαιδεύτους τῶν χριστομάχων προτάσεις, οὐ σφόδρα διατείνεσθαι πρὸς τὸ ἀντιλέγειν αὐταῖς. ΑΛΛΟ, διηγηματικῶς. Διὰ πολλῶν ἤδη δέδεικται λόγων ὅτι τῶν ποιημάτων ἡγήσατο βούλησις. Ἐξ ἑνὸς δὲ τὸ πᾶν γνωρισθήσεται. Ἐπὶ γὰρ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, τὸ, «Ποιήσωμεν ἄνθρωπον,» καὶ τὸ, «Γενηθήτω στερέωμα.» καὶ τὸ, Γενηθήτω τόδε καὶ τόδε, βουλῆς