Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.93
Not analysed yet
φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρονεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυναμοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ' ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ' Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος. ΑΛΛΟ. Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ' ὑμᾶς, προηγησαμένης βουλήσεως, ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσεβὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν; Πρὸς τοῦτο λύσις. Δυσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων· «Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν.» Ὥσπερ γὰρ ἤδη προείρηται, τὸ εἶναι ἀγαθός τε καὶ ἐλεήμων, ἔχει μὲν, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν ἀβουλήτως ταῦτά ἐστι. Θέλει γὰρ εἶναι τοῦτο ὅπερ ἐστὶν ἀεὶ καὶ ἔσται. Οὕτω καὶ εἰ μὴ ἐκ βουλήσεως ἐγέννησε τὸν Υἱὸν, ἀλλ' οὐκ ἀβουλήτως αὐτὸν ἔχει. Θέλει γὰρ τὸν Υἱὸν καὶ φιλεῖ, καθὼς γέγραπται. Καὶ καθάπερ ὁ Πατὴρ τῆς ὑποστάσεως τῆς ἑαυτοῦ θελητής ἐστιν, οὐκ ἐκ βουλήσεώς τινος τοῦτο ὢν ὅπερ ἐστὶν, οὕτω καὶ ὁ Υἱὸς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, εἰ καὶ βούλησις οὐδαμοῦ τῆς γεννήσεως προδραμοῦσα φαίνεται. ΑΛΛΟ. Εἰ ἀπαύγασμα καὶ χαρακτήρ ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, γέγονε δὲ θελήσει, καθ' ὑμᾶς, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν, καθ' ὃν ἡ περὶ αὐτοῦ θέλησις ἐκινεῖτο παρὰ τῷ Πατρί. Οὐκοῦν ἦν ποτε ὅτε χωρὶς ἀπαυγάσματος ἦν ὁ Θεὸς καὶ δίχα χαρακτῆρος. Καὶ, εἰ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, οὐκ ἧν δέ ποτε, καθ' ὑμᾶς, ἴσον ἐστὶ τῷ λέγειν· οὐκ ἦν ποτε γεννητικὴ τοῦ Πατρὸς ἡ οὐσία· ἀλλ' ὥσπερ ἔκ