Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.96
Not analysed yet
τινος μεταβολῆς εἰς τοῦτο παρῆλθεν ἀποκυήσασα τὸν Υἱόν. Εἰ δὲ τοῦτο ἀσεβὲς φρονεῖν τε καὶ λέγειν, μὴ προτεινέτωσάν τινες ἐφ' Υἱοῦ τὸ, Βουλήσει ἢ μή. Ὥσπερ γὰρ ἀγαθὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτω καὶ γεννητικὸς κατὰ φύσιν. ΑΛΛΟ, διηγηματικῶς. Εἰ πᾶσα βούλησις ἡ ἔν τισι γινομένη οὐ δίχα λόγου γίνεται (λόγος γάρ ἐστιν ἀφανῶς ἐν καρδίᾳ στρεφόμενος ἡ βούλησις), ἔστι δὲ ὁ Υἱὸς ὁ Λόγος τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶν ἡ βούλησις αὐτοῦ. Εἶτα πῶς ἡ βούλησις ἐν βουλήσει γίνεται; ἢ πῶς ὁ Λόγος ἐν Λόγῳ; Πάντα τοίνυν ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, καὶ βουλὴ καὶ Λόγος, καὶ σοφία· καὶ οὐδέν ἐστιν ἐν Πατρὶ πρὸ αὐτοῦ. ΑΛΛΟ ὅμοιον. Ἔχει κατὰ φύσιν ὁ ἄνθρωπος τὸ δύνασθαι τέκνων αὐτὸν γενέσθαι πατέρα· καὶ οὐχ ὥσπερ ἐκ βουλήσεως ἀγαθός ἐστιν ἢ πονηρὸς, οὕτω καὶ πατήρ. Ἀλλὰ τὸ μὲν φύσει, τὸ δὲ βουλήσει ἐστί. Καὶ τοῦ μὲν ἐσμὲν κύριοι· τοῦ δὲ ἡ φύσις ἀπαράβατον ἔχει τὸν νόμον. Ὥσπερ οὖν οὐκ ἐκ βουλήσεως ἔχομεν ἡμεῖς τὸ εἶναι πατέρες τῶν ἐξ ἡμῶν, ἀλλὰ φυσικῶς, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐκ βουλήσεως Πατήρ ἐστιν, ἀλλὰ φυσικῶς. Καὶ ὥσπερ οἱ ἐξ ἡμῶν τικτόμενοι ὅμοιοι πάντως ἡμῖν κατ' οὐσίαν εἰσὶν, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἔξωθεν τῷ Πατρὶ προσγενόμενος, ἀλλ' ὄντως ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. Καὶ ὥσπερ οὐκ ἐκ βουλήσεώς ἐστι Πατὴρ, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἐκ βουλήσεώς ἐστιν, ἀλλὰ κατὰ φύσιν, ἀπαύγασμα καὶ χαρακτὴρ ὑπάρχων τοῦ γεννήσαντος αὐτόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἐρωτητέον, φησὶ, τοὺς ὀρθὰ φρονεῖν οἰομένους, πότερόν ποτε βουλήσει γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ ἀβουλήτως. Εἰ μὲν γὰρ ἐνυπῆρχε τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἕτερος ὢν παρ' αὐτὸν ὁ Υἱὸς, οὐ προαιρέσει τέτοκεν. Ἦν γὰρ ἀνάγκη τεκεῖν τὸν ἐν τῇ φύσει κείμενον. Εἰ δὲ οὐκ ἦν ἐν Πατρὶ, ἐγεννήθη δὲ βουληθέντος τοῦ Πατρὸς, ἀνάγκη προϋπάρχειν αὐτοῦ τὴν βούλησιν. Οὐκ ἦν οὖν ἄρα τῷ γεννήσαντι συναΐδιος. Πρὸς ταῦτα λύσις. Πρῶτον μὲν ἀποθαυμάζειν ἄξιον τοὺς ἀφυλάκτως εἰς πᾶσαν τρέχοντας δυσφημίαν, πολλήν τε ἀμαθίαν αὐτοῖς ἐγκαλεῖν. Οὐ γὰρ αἰσχύνονται καὶ αὐτὸν ἀνάγκαις ὑποτιθέντες τὸν Θεὸν, καὶ καθάπερ ἐπὶ σωμάτων ἀνθρωπίνων ἐμπεριέχεσθαί τι λέγοντες τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἢ ὥσπερ τι σκεῦος ἐν σκεύει κεῖσθαι τὸν Υἱὸν ἐν Πατρί. Ἡμεῖς δὲ οἷς ὀρθὰ καὶ δίκαια φρονεῖν ἐσπούδασται, ἄνω μὲν πάσης ἀνάγκης εἶναί φαμεν τὴν οὐσίαν τοῦ Θεοῦ· εἶναι δὲ πάλιν τὸν Υἱὸν ἐν Πατρὶ, οὐχ ὡς σῶμα ὑπὸ σώματος περιεχόμενον, ἀλλ' ὡς ἀχώριστον τῆς οὐσίας αὐτοῦ καὶ ἐξ αὐτῆς προελθόντα κατὰ τὸν τῆς φύσεως νόμον. Εἰ δὲ οἴονται σοφόν τι προτείνειν, βουλήσει λέγοντες ἢ