Ancient Greek
Page 40
Cyrillus Theol., Thesaurus de sancta et consubstantiali trinitate (additamenta) 40
Not analysed yet
τί κωλύσει καὶ ἕτερόν τι τῶν λογικῶν κτισμάτων τῇ τοιαύτῃ χρήσασθαι φωνῇ; εἰ δὲ οὐδενὸς ἑτέρου φέρεταί τι τοιοῦτον, μόνον δέ ἐστιν Υἱοῦ τὸ ῥῆμα, δῆλόν ἐστιν ὅτι περ οὐχ ἕνα τῶν πάντων ἑαυτὸν εἰδὼς, ἀλλ' αὐτὸ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον καὶ τῷ γεννήσαντι συγκατέταξε, καὶ σὺν αὐτῷ νοούμενος, καὶ ἡμῖν δέδωκεν εἰδέναι, ὅτι περ εἴη Πατρὸς ἀληθινοῦ γέννημα ἀληθινόν· ὅτι γὰρ ἀληθινός ἐστιν ὁ Υἱὸς, ἄκουε λέγοντος Ἰωάννου· Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Κεφάλαιον ΛΒ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς καινῆς διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἄλλο. Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν εἰ μόνῃ τὸ παντέλειον τῇ θείᾳ τετήρηται φύσει, ἅτε δὴ καὶ δεομένῃ τῶν παρ' ἑτέρου μηδενὸς, πληροῦν δὲ μᾶλλον ἐχούσῃ τε καὶ ἰσχυούσῃ, τὰ ὅσα περ ἂν αὐτῆς ὑπάρχοι δεκτικά· τοῦτο δέ ἐστιν ἐν Χριστῷ, πῶς ἂν εἴη τῆς θείας οὐσίας ἀλλότριος, ὁ τὰ ἐκείνης ἐνεργῶν, καὶ τοῦτο ὕπαρχον, ὅπερ ἂν ἐκείνην ὁρισαίμεθα, κατά γε τὸν τῆς τελειότητος λόγον; πῶς ἂν οὖν δέχοιτο τὴν οὕτως ἔχουσαν τοῦ Υἱοῦ φύσιν εἶναι γενητὴν, ἀκούσεται γὰρ μεθ' ἡμῶν· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες. ὅπερ ἐστιν ἀσεβέστατον.