Ancient Greek
Page 39
Cyrillus Theol., Thesaurus de sancta et consubstantiali trinitate (additamenta) 39
Not analysed yet
αὐτοῦ γεγενῆσθαι τὸν Υἱὸν, καὶ εἶναι Θεὸν ἀληθινὸν, ὥσπερ καὶ αὐτὸς, ἀλλὰ μᾶλλον ἐκεῖνον τῆς θεότητος ἐκβάλλει ὃν ἂν ὑμεῖς ἔξωθεν τῆς οὐσίας αὐτοῦ Θεὸν ἢ υἱὸν ἑαυτοῖς ἐπινοήσητε· οὗτος γὰρ ὄντως οὐκ ἔστιν ἀληθινὸς, ἀλλὰ τῆς προσούσης ὑμῖν ἀμαθίας εὕρημα. Ἄλλο Ἐὰν ἀληθινὸς καὶ μόνος λέγεται Θεὸς ὁ Πατὴρ, οὐκ εὐλόγως ὁ Υἱὸς τῆς πρὸς αὐτὸν ὁμοιότητος ἐξοικισθήσεται, οὐδὲ τοῦ εἶναι Θεὸς ἀληθινὸς ἐκβληθήσεται. Εἰ γὰρ οὐ ψεύδεται λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ ἐστὶ νοητῶς τοῦτο ὅπερ ἑαυτὸν εἶναί φησι, πῶς οὐκ ἀναγκαίως τῷ ἀληθινῷ Πατρὶ συγκαταταχθήσεται; καὶ αὐτὸς ὢν ἀλήθεια, οὐκοῦν εἰς ἀναίρεσιν τῶν μὴ κατὰ φύσιν, μηδὲ κατὰ ἀλήθειαν ὄντων ἢ καλουμένων θεῶν· εἴρηται, ἵνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν; Ἄλλο. Εἰ μόνος ἐστιν ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ὁ δὲ ἐξ αὐτοῦ Λόγος οὐ τοιαύτην ἔχει τὴν φύσιν ὁποίαν ὁ γεννήσας αὐτὸν, ἀλλ' ἔστι γενητῆς οὐσίας, κἂν τὸ ὑπερκεῖσθαι τὰ ἄλλα πάντα ποιήματα δέχηται παρ' ἡμῶν, πῶς ἑτερούσιος ὢν, καὶ οὐκ ἀληθινὸς, ὡς ὑμεῖς φατὲ, ἑαυτὸν συνάπτει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ καὶ σὺν αὐτῷ γνωρίζεσθαι θέλει λέγων· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν; ποῖον γὰρ ἔχει λόγον τὸ κτίσμα, ὃν καθ' ὑμᾶς σὺν τῷ ἀκτίστῳ γνωρίζεσθαι, καὶ τὸ πεποιημένον, τῷ μὴ ποιηθέντι, μηδὲ γεγονότι συγκαταριθμεῖσθαι; Εἰ γὰρ δοίητε τοῦτο κρατεῖν, καὶ οὕτως ἔχειν δύνασθαι,