Ancient Greek
1002
Damascius, De Principiis 1002
Unproofread scanNot analysed yet
καὶ ἡ τριάς ἡ τοῦ νοῦ φύσις ἔστι, καὶ ὅσα καὶ οἷα τὸ πρῶτον, τοσαῦτα καὶ τοιαῦτα τὸ δεύτερόν ἐστι τρόπον τινά· πλὴν ὅτι ἐκεῖ μὲν ἡ ἕνωσις ἐπικρατεῖ, ἐνταῦθα δὲ ἡ διάκρισις. Ὅλως δὲ εἰπεῖν, εἰ ἐπὶ τῶν ὁμοταγῶν καὶ ἀντιδιῃρημένων ἕνωσιν ὁμοῦ καὶ διάκρισιν λέγομεν, ταυτότητά τε καὶ ἑτερότητα, πολλῷ μᾶλλον ἐπὶ τῶν γεννώντων καὶ γεννωμένων ἐροῦμεν ὡς