Ancient Greek
1012
Damascius, De Principiis 1012
Unproofread scanNot analysed yet
μένειν ἐργάζεται. Καίτοι ἄλλο κατὰ τὴν ἔννοιαν τὸ ἐπιστρέφεσθαι παρὰ τὸ μένειν· κατὰ μὲν γὰρ τὸ μένειν αὐτὸ βούλεται εἶναι τὸ γεννηθὲν ὅπερ τὸ γεννήσαν, ὥσπερ κατὰ τὴν πρόοδον αὐτὸ ὅπερ ἐστὶ τὸ γεννηθὲν μετὰ τὸ γεννήσαν· κατὰ μέντοι τὴν ἐπιστροφὴν ὀρέγεται τὸ γεννηθὲν τοῦ γεννήσαντος, μένον αὐτὸ καὶ μένοντος ἐκείνου ἐν οἰκείοις ὅροις. Τὸ ὀρεκτικὸν γὰρ τοῦ ὀρεκτοῦ