Ancient Greek
1014 to 1015
Damascius, De Principiis 1014-1015
Unproofread scanNot analysed yet
ἀποσλᾶν τοῦ πρώτου ὕστερον ὀρεχθῇ ἐκείνου πόθῳ τῆς ἀρχαίας φύσεως. Διόπερ οὐ τὸ μένειν ἐργάζεται ἡ ἐπιστροφή, ἀλλὰ τὸ πόρρωθεν ἀπολαύειν τοῦ γεννήσαντος ὀρεκτοῦ φανέντος· ὅθεν καὶ τὸ προελθεῖν κάλλιον τοῦ ἐπιστρέφεσθαι· οὐσιοποιὸν γὰρ τοῦ τρίτου τὸ προεληλυθέναι, τὸ δὲ ἐπιστρέφεσθαι τελειοποιόν. Ἀλλὰ τὸ ὀρεγόμενον ἐκεῖνο σπεύδει γενέσθαι ὅπερ τὸ ὀρεκτόν, ὥστε καὶ τὸ τρίτον ἐφίεται γενέσθαι τὸ πρῶτον, καὶ γίνεται διὰ τῆς ἐπιστροφῆς, ἀλλὰ πρῶτον γίνεται διὰ τῆς μονῆς αὐτῷ τῷ μένειν ἐν τῷ πρώτῳ; Ἡ τοῦτο μὲν ἔχει πρὸ τῆς προόδου, τὸ δὲ διὰ τῆς ἐπιστροφῆς μετὰ τὴν πρόοδον; ἀλλ’ ἄτοπον, ὡς εἴρηται πρότερον, ὃ ἤδη ἔχει, τοῦτο πάλιν λαμβάνειν, καὶ τὸ ἀτοπώτερον, ὅτι διὰ τῆς χείρονος ἐνεργείας. Ἀλλ’ ἴσως οὐκ αὐτὸ διὰ τῆς ἐπιστροφῆς· ἀλλὰ