Ancient Greek
1017 to 1018
Damascius, De Principiis 1017-1018
Unproofread scanNot analysed yet
πρ. γιν. ὡς εἴρ. πρότερον] ἀλλά τι, ὅμοιον γὰρ ὡς εἰ τις ἔχων τελειοτάτην ὑγίειαν ἔπειτα ὀρέγοιτο τῆς ὑφειμένης, καὶ τὴν θεωρητικὴν ἀρετὴν κεκτημένος εὔχοιτο κτήσασθαι τὴν πολιτικὴν. Οὐκ ἄρα ταὐτὸν κατ’ εἶδος, ὅ τε ἡ μονὴ παρέχεται καὶ ὅπερ ἡ ἐπιστροφή· οὐδὲ γὰρ ταὐτὸν κατ’ εἶδος μονὴ τε καὶ ἐπιστροφή. Τί οὖν προσλαμβάνει διὰ τῆς ἐπιστροφῆς ὁ μήτε διὰ τοῦ μένειν ἐκέκτητο, μήτε διὰ τοῦ προελθεῖν; ἐμφύεται δὲ ταῖσδε ταῖς ἀπορίαις καὶ ἐκείνη ζήτησις εἰκότως, διτλὴν ὑποτιθεμένη τὴν μονήν· οὐ γὰρ τὸ προϊὸν μόνον, ἀλλὰ καὶ τὸ ἐπιστρεφόμενον διὰ μονῆς ποιεῖται, τοῦτο μὲν τὴν ἐπιστροφήν, ἐκεῖνο δὲ τὴν πρόοδον. Δύο γὰρ κινήσεις, ἡ τε ἄνωθεν κάτω, καὶ ἡ κάτωθεν ἄνω· μεταξὺ δὲ δύο κινήσεων τῶν