Ancient Greek
103 to 105
Damascius, De Principiis 103-105
Unproofread scanNot analysed yet
ὂν καὶ ἐνθάδε μετὰ τὸ ὂν, καὶ οὐδὲν ἄτοπον εἰ μετέχοι καὶ τοῦ ἀπορρήτου· εἰ δὲ οὕτω λέγεται μηδαμῶς ὂν μηδαμῇ, ὡς οὔτε ὂν, οὔτε ἕν, οὔτε ἀπόρρητον τιθέμενον, οὔτε καταφατικῶς, οὔτε ἀποφατικῶς, οὔτε κατὰ περιτροπήν, οὔτε ἀντιφατικῶς, οὔτε ὁπωσοῦν ἄλλως οὐδαμῇ οὐδαμῶς (περὶ γὰρ τοιούτου καὶ ὁ Ἐλεάτης διελέγετο Ξένος), τοῦτο δή πάντων ἐκπλωσίς ἐστί τῶν ὑπονοουμένων, καὶ ὁπωσοῦν, αὐτὸ γε δήπου τὸ μηδ’ ὁτιοῦν. Τὸ τοίνυν ἀπόρρητον ὡς ἀληθῶς οἶον θριγκὸς τῷ ῥητῷ παντὶ περιβεβλήπται, ἄνωθέν τε ὑπερέχον καὶ κάτωθεν ἕδρα πᾶσιν ὑποκείμενον; ἡ οὐδὲ τοῦτο πρέψει ἐκείνῳ λεγόμενον· οὔτε γὰρ ἄνωθεν, οὔτε κάτωθεν, οὔτε τι πρῶτον αὐτοῦ, οὐδὲ ἔσχατον· οὐδὲ γὰρ πρῶδος· οὐδὲ ἄρα θριγκός ἐστί πάντων, οὐδὲ περιέχει πάντα, οὐδὲ εἴσω αὐτοῦ τὸ ῥητόν, οὐδὲ αὐτὸ τὸ ἕν. Ἄρα οὐδὲ ἥκει τι ἀπ’ αὐτοῦ εἰς τὰ τῆδε; ἐπὶ γὰρ τούτοις τοῦτο ζητητέον· καὶ ὡς οὐκ ἂν ἥκοι, εἴπερ ἀπ’ αὐτοῦ τὰ πάντα ἐσλιν ὅτῳ δή τρέπω; ἀφ’ οὗ γὰρ ἕκαστον πρόεισι, καὶ μετέχει αὐτοῦ, εἰ μηδὲν ἄλλο τοῦτο, ὃ ἐσλιν, ἔχον ἐκεῖθεν καὶ ἀναπνέον τὴν οἰκείαν ἀρχὴν καὶ εἰς ἐκείνην ἐπιστρεφόμενον, ὅσον δύναται·