Ancient Greek
1056
Damascius, De Principiis 1056
Unproofread scanNot analysed yet
Ὡστε ἡ μὲν οὐσιώδης ἐπιστροφὴ πρὸς ἐκεῖνο ποιεῖ τὸ ἐπιστρεφόμενον, οἷον ἐκεῖνο, ἡ δὲ ζωτικὴ συνημμένον αὐτῷ μόνον ἀμέσως κατὰ τὴν ζωήν, ἡ δὲ γνωστικὴ πόρρωθεν αὐτὸ καὶ ἀπὸ τῆς τρίτης ἐπανάγει τάξεως ἐπὶ τὸ πρῶτον· καὶ ἀίδιος αὕτη τοῦ τρίτου ἢ τρίτον ἐπιστροφή, καὶ τοῦ νοῦ ἢ νοῦς· πολλὴ γὰρ ἡ πρὸς τὸ ὂν διάστασις τοῦ νοῦ, καὶ