Ancient Greek
1080 to 1081
Damascius, De Principiis 1080-1081
Unproofread scanNot analysed yet
ἐπὶ τὰ πρῶτα τῶν προβεβλημένων ἐπανιόντες ἐπισκεψώμεθα ἃ δεῖ πρὸς ἕκαστον λέγειν. Οὐκοῦν τὴν οὐσίαν, ἣν νῦν ἀντιτίθεμεν ζωῇ τε καὶ γνώσει, οὔτε ζωὴν φήσομεν εἶναι οὔτε γνῶσιν. Εἰ μὲν δὴ ὁμοταγεῖς εἶεν αἱ τρεῖς ἢ ὡς εἴδη ἢ ὡς γένη ἢ ὡς μέρη ἢ ὅπως λέγοι τις, οὐδὲν ἂν ἐκώλυσεν αὐτὰς μετέχειν ἀλλήλων· νῦν δὲ τὸ πρῶτον οὐσίαν βουλόμεθα λέγειν, καὶ τὸ δεύτερον ζωήν, καὶ τὸ τρίτον γνῶσιν, καὶ εἶναι τὸ μὲν αἴτιον αὐτῶν, τὸ δὲ αἰτιατόν, τὸ δὲ συναμφότερον πρὸς ἄλλο καὶ ἄλλο. Οὐκ ἄρα μεθέξει τὰ πρότερα τῶν δευτέρων· ὑπὲρ μὲν ἄρα τὸ γνῶσιν ἔχον ἡ ζωή, ὑπὲρ δὲ ζωὴν τὸ ὅν καὶ οὐσία. Ἔτι γὰρ καὶ ὧδε οὐ γένη ταῦτά φαμεν, οὐδὲ εἴδη ἄτια