Ancient Greek
1095
Damascius, De Principiis 1095
Unproofread scanNot analysed yet
κατὰ τὴν ὑπόσλασιν· συνήπλε δὲ αὐτὸν καὶ ἡ ζωτική, ἀλλὰ κατὰ τὴν δευτέραν διάκρισιν, καθ' ἣν ἀπὸ τῆς οὐσιώδους ὑποσλάσεως εἰς τὴν γνωστικὴν διεκρίνετο· συνάπλει δὲ καὶ ἡ γνωστικὴ κατὰ τὴν πορρωτάτω καὶ ἐνάτην μὲν οὖσαν ἀπὸ τοῦ ἀδιακρίτου, τρίτην δὲ ἀπὸ τοῦ διακεκριμένου· τρίτης γὰρ οὔσης τῆς ἐπιστροφῆς μετὰ μονὴν καὶ πρόοδον, τρίτη ἔστιν ἐπιστροφὴ ἡ διὰ γνώσεως γιγνομένη.