Ancient Greek
1108
Damascius, De Principiis 1108
Unproofread scanNot analysed yet
ἡ ὀρέγεται μὲν ὡς ὄντος, τυγχάνει δὲ τοῦ αὐτοῦ ὡς γνωστοῦ. Τάχα δὲ καὶ ἡ ὄρεξις ῥητέα τοῦ ὄντος κατὰ τὸ γνωσιόν· αἱ γὰρ κατὰ φύσιν ὀρέξεις τῶν αὐτῶν εἰσιν ὧν καὶ αἱ τεύξεις· ὁμολογουμένως δὲ ἡ τεῦξις τοῦ ὄντος τῷ γιγνώσκοντι κατὰ τὸ γιγνωσκόμενον. Τί οὖν τὸ φανὸν τοῦτο λέγομεν; ἡ τὸ φαίνεσθαι τοῖς δευτέροις ἀντεχόμενον καὶ εἰς συμμετρίαν