Ancient Greek
1112
Damascius, De Principiis 1112
Unproofread scanNot analysed yet
ὁρῶν τὸν ἥλιον αὐτὸν κατὰ τὴν ἐν αὐτῷ λαμπρότητα τῆς φύσεως. Οὐκοῦν τὸ ἐπιπολῆς γιγνώσκει μόνον, εἴπερ ὡς χρῶμα τι γιγνώσκοι τὸ φανὸν τοῦ ὄντος, ἢ δι’ ὅλου τὸ φανόν, νοητέον καὶ μηδὲν εἶναι αὐτοῦ ὁ μὴ διαλάμπει καὶ σπεύδει πρὸς ἐκφανσιν, ὡς εἴ λέγοις ὕαλον ἤτοι τῶν διαφανῶν ὅλον ὁρατόν, ὅτι δι’ ὅλου κεχώρηκεν ἢ τοῦ ὁρατοῦ φύσις.