Ancient Greek
1121
Damascius, De Principiis 1121
Unproofread scanNot analysed yet
ἔχοντα ζωά τε καὶ τινα συναίσθησιν ἔχοντα, εἰ καὶ τὴν ἀνυδροτάτην καὶ ἡμῖν γε ἀνεπαίσθητον· ἐπεὶ καὶ τὰ φυτὰ ζῶα ἄτια φησὶν ὁ Πλάτων· πέτραι δὲ καὶ μέταλλα καὶ ὅλη ἡ γῆ καὶ τῶν ἄλλων στοιχείων ἕκαστον, ὅτι οὐκ ἄψυχα πάντη ἐστί, δηλοῖ μὲν καὶ ἡ ζωογονία τῶν ἐν αὐτοῖς ζῴων περιεχομένων, δηλοῖ δὲ καὶ τὸ ὁλοτελὲς αὐτῶν τῆς εἰδοποιίας.