Ancient Greek
113
Damascius, De Principiis 113
Unproofread scanNot analysed yet
γὰρ ὁ Παρμενίδης τὸ ἐν ἐπιζητῶν ἐπὶ πάντα προῆλθε τὰ ὁπωσοῦν τοῦ ἑνὸς ἐξηρτημένα, καὶ ἡμεῖς οὕτω συμπρόϊμεν τῷ πρώτῳ τεθέντι, μᾶλλον δὲ ἀπὸ τῶν ῥητῶν πάντη καὶ τῇ αἰσθήσει γνωρίμων ἀρξάμενοι ἐπ’ ἐκεῖνα ἀναβησόμεθα καὶ εἰς τὴν περὶ αὐτοῦ σιωπὴν καθορμιοῦμεν τὰς τῆς ἀληθείας ὠδίνας. Πῶς ἄν οὖν τις ἐξ ἀρχῆς ἀπὸ τῶν ἐναργῶν ὁρμώμενος τὴν ὅλην ποιήσαιτο ταύτην