Ancient Greek
1134
Damascius, De Principiis 1134
Unproofread scanNot analysed yet
ἐπιλάμπει τῆς σχέσεως, ἤτοι ἀμφοῖν ἢ τοῦ ἑτέρου προσιόντος ἢ ἀπιόντος. Καὶ γὰρ συνιόντες ἄνθρωποι τυγχάνουσί τινος ἀριθμοῦ ἐξωθεν ἐπιγενομένου, καὶ ἡ κοπεῖσα μία ῥάβδος εἰς δύο δυάδος μετέσχεν ἀντὶ μονάδος. Ταῦτα μὲν οὖν ἐν τῷ Φαίδωνι διδάσκει ἡμᾶς ὁ Σωκράτης. Εἰ δὲ καὶ τὸ αἰτιατὸν πρὸς τὸ αἴτιον ἀντιδιέστη κατὰ τὴν πρόοδον, καὶ ἡ δύο γέγονεν ἀνθ’ ἑνός, ἡ