Ancient Greek
1141
Damascius, De Principiis 1141
Unproofread scanNot analysed yet
δὲ ἐστὶ τὸ νοητὸν καὶ γνωστόν. Ἐπειτα κατὰ τὴν ἀντιπαράθεσιν ἑαυτοῦ ὁ νοῦς πρὸς τὸ νοητὸν ἐκφαίνει τὸ ἐν ἐκείνῳ νοητόν, εἰ καὶ μὴ ὑφίστησιν, ὡς προείπομεν. Τρίτην δὲ ἐπὶ τούτοις ὠφέλειαν ἡ νόησις παρέχεται τῷ νοοῦντι, ὅτι εἰδοποιεῖ κατὰ τὸ νοούμενον τὸν νοῦν καὶ ἴσησιν αὐτὸ τρίτον ἢ δεύτερον ἢ ὁποιοῦν προεληλυθὸς ἐν τῷ εἴδει τοῦ προαγαγόντος. Τοῦτο μὲν