Ancient Greek
1152 to 1153
Damascius, De Principiis 1152-1153
Unproofread scanNot analysed yet
ὑπομενούσης οἷον φιλοστοργία τοῦ οἰκείου γεννήματος. Οὐκ ἄρα ἀποβλέπει πρὸς τὸ αἴτιον τὸ ἑαυτοῦ, ἢ ἀποσλὰν αὐτοῦ ἐπεστράφη πρὸς αὐτὸ καὶ ἐλεῖν βουληθὲν ἀντὶ τούτου ἔγνω, μᾶλλον δὲ οὕτως εἶλεν αὐτό, ὡς αὐτὸ μὲν μὴ γενέσθαι, περιπιύξασθαι δὲ αὐτὸ γνωστικῶς, τοῦτο δὲ ἔστι περιφωτισθῆναι τὸ ὄμμα τῷ ἐκείνου φωτί· τοιαύτη γὰρ ἡ πρὸς τὸ γιγνωσκόμενον συναφὴ τοῦ γιγνώσκοντος οὔκ ἐκεῖνο γενέσθαι, οὐδὲ ἐκείνου, οὐδὲ ἀπόρροιαν, ἀπ’ ἐκείνου λαβεῖν, οὐδὲ αὐτὸ εἰς ἐκεῖνο ἀναχθῆναι. Τὰ γὰρ ἅπαξ διακριθέντα συγχέουσιν αἱ τοιαῦται πᾶσαι ἐπιβολαί, καὶ οὐδὲ τὸ τῆς γνώσεως εἶδος ἐτι συγχωροῦσιν, ὅπερ ἐν διακρίσει τῇ καθ’ ὅρους ἐστώσῃ τοῦ γιγνωσκομένου καὶ τοῦ γιγνώσκοντος ὑφέσληκεν, ἀναγνωρισμὸς οὖσα τῶν διασιάντων, καὶ δεξίωσις ἀντιπροτεινομένη μετὰ τῆς διασιλάσεως. Ἀλλὰ τῷ ἐνόντι τοιούτῳ, φασί,