Ancient Greek
1159
Damascius, De Principiis 1159
Unproofread scanNot analysed yet
ποιητικὴ τις αἰτία τινὸς ποιήματος. Οὐ γὰρ ἐστι ποιεῖν ἴδιον τοῦ γιγνώσκοντος, ἀλλὰ μόνον γιγνώσκειν ἤδη τι ὄν, τῆς δὲ οὐσίας καὶ τῆς ζωῆς τὸ ὑφιστάνειν, μᾶλλον δὲ τῆς μὲν οὐσίας τὸ οὐσιοῦν καὶ ὑπόστασιν τινα παρέχεσθαι πρώτην, τῆς δὲ ζωῆς οἷον παρακινεῖν ἐκείνην καὶ παρεγείρειν εἰς τινα πρόοδον, ἢ τὴν τούτου ποιητικὴν ἐνδιδόναι φύσιν. Διὰ τί οὖν ἡ μὲν