Ancient Greek
1176
Damascius, De Principiis 1176
Unproofread scanNot analysed yet
οὐκ ἐπεστραμμένον ἐστὶ πρὸς ἑαυτὸ καὶ αὐθυπόστατον, αὐτὸ τε ἀφ’ ἑαυτοῦ προϊὸν καὶ ἐν ἑαυτῷ μένον; ἢ φαντάζεται μὲν εἶναι τοιοῦτον ἡμῖν τοῖς περὶ τὴν μίαν αὐτοῦ ἀπλότητα μεριζομένοις, αὐτὸ δὲ ὅλως οὐδὲν μὲν τούτων ἐστί, τὴν δὲ μίαν τῶν τριῶν εἴληχε κοινωνίαν, καὶ ταύτην μέντοι συνηρμημένην ἐν τῇ ὅλῃ κοινωνίᾳ τῶν πάντων. Καὶ γὰρ ἔδει ἄλλως τὸ κατ’ ἐπιστροφὴν