Ancient Greek
1179
Damascius, De Principiis 1179
Unproofread scanNot analysed yet
ἐν αὐτῷ πρώτην ἐκφανεῖσαν διάκρισιν, ἐφεξῆς ἀεὶ καὶ τὰ δεύτερα τῶν πρὸ αὐτῶν διακρίνεται, μετέχοντά γε τῆς ἤδη προβεβλημένης ἄνω δια- κρίσεως; ἔστι δὲ ἃ καὶ ἐν τῷ διακρίνεσθαί πως ὁρᾶται πρὸς τὰ πρὸ ἑαυτῶν καὶ τὰ μεθ’ ἑαυτὰ κατὰ ἀναλογίαν, ὡς ἐν ταῖς χαλδαϊκαῖς τριάσιν ἡ δύναμις. Ἐπὶ δὲ τούτοις ἅπασι τὸ πρῶτον ἡμῖν ἐζητημένον ἐξετάσωμεν τίς ἡ ἀνάγκη