Ancient Greek
1195
Damascius, De Principiis 1195
Unproofread scanNot analysed yet
ζωῆς καὶ νοῦ, εἴτε ὡς οἱ Θεολόγοι ἄλλοι ἄλλως πληθύοντες τὰς νοητὰς ἀρχάς, εἴτε ὡς οἱ Χαλδαῖοι πατρικὰς τριάδας ἀνευφημοῦντες. Εἰ δὲ μέλλομεν Ρ. ταῦτα διατιθέναι μετρίως ὡς, ἀνακρουστέον ἡμῖν αὖθις τὸν λόγον εἰς τὴν περὶ πολλῶν καὶ πλήθους ἐπίσκεψιν· οὕτω γὰρ ἴσως φανεῖται πότερον προσήκει τὸ πλῆθος τῷ νοητῷ ἐκείνῳ ἢ οὔ, καὶ πῶς μέν, πῶς δὲ οὔ, προσήκοι