Ancient Greek
1207
Damascius, De Principiis 1207
Unproofread scanNot analysed yet
ἀλλ᾿ ἐμμένοντα τῇ πρώτῃ αὐτοῦ ὑποστάσει· αὕτη δὲ ἢν ἢ ὡς μάλιστα ἀμέριστος, τοῦτόν γε τὸν τρόπον τὸν τοῦ κρᾶματος, καὶ ὅτι πρὸ τοῦ περιγραφῆναι τελῶς μερίζεται πρότερον ἐξ ἀνάγκης, καθ᾿ ὃν μερισμὸν εἰς τὴν μερῶν καθίσταται τάξιν· δεῖ γὰρ ἀποσῆναι τῆς ἑνώσεως εἰς μέρη, καὶ οὕτως ἄρα προελθεῖν εἰς τελείαν διάστασιν τὴν εἰδητικήν. Ὅλως δὲ ἐπειδή τὰ εἴδη περιγεγράφθαι