Ancient Greek
1211
Damascius, De Principiis 1211
Unproofread scanNot analysed yet
τοιᾶσδε φύσεως· αἱ δὲ ὑπάρξεις ὡς τῆς αὐτοτελοῦς, πλὴν ὅτι καὶ τούτων αἱ συναιρέσεις γίνονται οἷον ἐκ στοιχείων, καὶ αἱ ὁλότητες οἷον ἐκ μερῶν, ὡς εἴρηται καὶ πρότερον. Οὕτω μὲν οὖν εἴδη καὶ μέρη· εἴδη δὲ ἅμα καὶ στοιχεῖα ὅσα συγκίρναται τῶν εἰδῶν εἰς ἓν εἴδους ἀδιάκριτον σύστασιν, οἷα τὰ σύνθετα τῶν ζῴων, ὅλα δι᾿ ὅλων ἐπιφαίνοντα τὴν σύν|θεσιν, ἡμίονοί