Ancient Greek
1213
Damascius, De Principiis 1213
Unproofread scanNot analysed yet
ὅσα προκύπλει μὲν ἀπὸ τῆς συνηρτημένης φύσεως, οὕτω δὲ ὅμως περιγεγραμμένα διέστηκεν αὐτὸ ἕκαστον ἀφ’ ἑαυτοῦ τέλειον· τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ ἐστιν ὁμολογουμένως, μερισάμενα μὲν τὴν ὁλότητα, μένοντα δὲ ὅμως ἐν τῷ αὐτῷ εἴδει, καὶ διὰ τοῦτο συνωνυμοῦντα τῷ τε ὅλῳ καὶ ἀλλήλοις· ἤδη δὲ ἔνια καὶ εἰς τὸ ἀνομοιομερὲς ἄρτι προκύπλοντα μένει ὅμως ἐν τῷ ὅλῳ καὶ τῇ κοινῇ