Ancient Greek
1216
Damascius, De Principiis 1216
Unproofread scanNot analysed yet
δ’ ἄν μέρη καὶ στοιχεῖα γιγνόμενα οἷα τὴν ἐκ μερῶν λεγομένην ὁλότητα συμπληροῖ. Ὅτι μὲν γὰρ ἐκ μερῶν ἡ ὁλότης συμπληροῦται, καὶ εἰ μὴ πᾶσα, ἀλλ’ αὕτη γε, φανερόν· ὅτι δὲ ὡς ἐκ στοιχείων, δηλοῖ τὸ ἕν εἶδος ἐκ πολλῶν ἀποτελεῖσθαι, ἀφανιζομένων εἰς ἕν τῶν πολλῶν, καὶ τὸν μερισμὸν οὐκέτι φυλαττόντων ἐν τῇ τοῦ ὅλου εἰδοποιΐᾳ. Οἶμαι δὲ ὅτι