Ancient Greek
1226
Damascius, De Principiis 1226
Unproofread scanNot analysed yet
ὕλης λόγῳ καὶ στοιχείων παραλαμβανομένας; ἢ περὶ μὲν τῶν μεθέξεων εἰσαῦθις ἀναβάλλομαι πολυπραγμονεῖν, τῶν δὲ στοιχείων ἐν τινὶ πλήθει καὶ τινὶ διορισμῷ θεωρουμένων, ἡ οὐσία πρὸ παντὸς οὖσα διορισμοῦ οὐσιώδους οὐκ ἂν εἴη δευτέρα τῶν οἰκείων στοιχείων. Πρώτη οὖν ὑποστᾶσα συνεξέφηνεν ἑαυτῇ καὶ ἐν ἑαυτῇ τὰ οἰκεῖα στοιχεῖα, ὡς ἡ ὁλότης τὰ μέρη καὶ ὁ κόσμος οὗτος τὰ ἑαυτοῦ καὶ