Ancient Greek
1236
Damascius, De Principiis 1236
Unproofread scanNot analysed yet
τῶν δὲ μερῶν πρὸς τὸ ἐν κατὰ τὴν ἀντίληψιν τοῦ ἑνὸς καὶ μεριστὴν ὑποδοχήν, καὶ μέσον κατέστη τὸ πρᾶγμα τῆς τοῦ ὅλου καὶ τῶν μερῶν ἰδιοτροπίας. Διόπερ ἐπὶ τούτων καὶ ἡ διπλὴ καὶ ἡ μία σχέσις αὐτῶν ἐμφανής· ἐπὶ δὲ τῶν ἄκρων, εἰ καὶ ἔστιν ἑκάτερα, ἀλλ’ ἀμυδρότερον ἔχουσιν, ἐπὶ μὲν τοῦ εἰδητικοῦ ἑνὸς τε καὶ πλήθους ἡ μία σχέσις