Ancient Greek
1246
Damascius, De Principiis 1246
Unproofread scanNot analysed yet
γὰρ πανταχοῦ συνῃρημένον οὐσίαν καλοῦμεν, ὥσπερ τὸ διακρινόμενον ζωήν, καὶ τὸ διακεκριμένον εἶδος, κἂν ἔσχατον ἢ τούτων ἕκαστον, οἷον τὸ σωματικόν. Οὐσία μὲν γὰρ τὸ σύγκρατον ἐκ τῶν τεσσάρων στοιχείων, τὸ δὲ παρακινούμενον αὐτῆς καὶ εἰς διάκρισιν τῶν οἰκείων ἐνεργειῶν ἐγειρόμενον ζωή τις αὐτοῦ· κίνησις γὰρ τις καὶ παρασκευὴ πρὸς ἐνέργειαν τὴν εἰδητικήν, καὶ ὑπόστασιν γε πρὸ τῆς ἐνεργείας· ἡ