Ancient Greek
1248
Damascius, De Principiis 1248
Unproofread scanNot analysed yet
κατὰ τὴν ἀκρότητα τὴν ἑαυτῶν ἑνούμενα μόνην, ἀφιέντα δὲ τὸ λοιπὸν εἰς διάκρισιν, ὡς ἐλέγομεν, τὰ εἴδη συγκίρνασθαι, στοιχεῖα γιγνόμενα τῆς εἰδητικῆς οὐσίας· διὸ καὶ παραφαίνειν πῶς ἐν ταύτῃ τὸν οἰκεῖον διορισμόν, ἀλλ’ οἷα μηδὲν ἔχειν διορισμένον, μηδὲ εἰδητικόν, μηδὲ βία τινὶ συγχεόμενον, ἀλλ’ ὅλα δι’ ὅλων ἀπλῶς εἶναι στοιχεῖα φύσει τοιαῦτα τῆς ἡνωμένης κυρίως καὶ κατὰ τὴν ἕνωσιν